IG XI,4 513
[ ] Delos — end 4th c. BC
1 θε[οί].
ἔδοξεν τῆ[ι βουλῆι καὶ τῶι δή]-
μωι· Ἀμφίας [Χοιρύ]λου εἶπε[ν]·
ἐπειδὴ Διό[δο]τος [ἀ]νὴρ ἀγ[α]-
5 θὸς ὢν διατ[ελ]εῖ πε[ρὶ] τὸ ἱερὸ[ν]
καὶ Δηλίους κ[α]ὶ ποε[ῖ ὅ] τι ἂν δύ-
ν[η]ται ἀγαθ[ὸ]ν Δηλίους· δεδό-
χθαι τῶι δήμωι· εἶναι Δ[ιόδ]οτο[ν]
Κλεοφόρβου Μήλιον [πρόξε]νον
10 καὶ εὐεργέτη[ν Δη]λίων καὶ αὐτὸν
[κα]ὶ ἐκγόνους [κ]αὶ εἶναι αὐτοῖς
[ἐν Δήλωι ἀτέλ]ειαν πάντων καὶ
[προεδρί]αν κα[ὶ γῆς] καὶ οἰκίας ἔγ-
[κτησ]ιν καὶ πρό[σο]δ[ον π]ρὸς τὴ[ν]
15 [βου]λὴν καὶ τὸν [δ]ῆμον πρώτοις
[με]τὰ τὰ ἱερὰ κα[ὶ] τἄλλα ὑπάρχειν
[αὐ]τοῖς ὅσαπε[ρ] τοῖς ἄλλοις προ-
[ξέ]νοις καὶ εὐ[ε]ργέταις δέδο-
[τα]ι παρὰ Δηλ[ί]ων· ἀναγράψαι
20 [δὲ] τόδε τὸ ψ[ή]φισμα τὴν βου-
[λὴν εἰ]ς τὸ [βο]υλευτήριον, τοὺς
[δὲ ἱεροπο]ιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us