[ ] Delos — 178 BC
1 λόγος τῶν ἐς τὰ Ποσίδεια· βοῦ[ς — — — — — — — — — — — —]
𐅂𐅄ΔΔΔ· κριοὶ ΙΙ Ποσ<ε>ιδῶνι Ἀσ[φ]α[λ]είωι [καὶ Ὀρθωσίωι — — —]·
κάπρος 𐅂Δ𐅃𐅂𐅂𐅂· δελφάκια ΙΙΙ, 𐅂Δ[Δ]𐅂𐅂𐅂𐅂· τροφὴ τούτοις 𐅂[Δ]𐅂𐅂𐅂· [γλυ]-
κέως με. ΙΙΙ, τιμὴ 𐅂ΔΔΔΔ· οἴνο[υ Κ]ν[ί]δ[ι]α Δ, τιμὴ 𐅂𐅄Δ· ἄλφιτα
5 𐅂Δ𐅃· ξύλων ΤΔ, τιμὴ Δ𐅃· ὄξος 𐅂𐅂𐅂𐅂· ἀρτύματα — —·
ἔλ<α>ιον 𐅂𐅃𐅂𐅂𐅂· σταφὶς 𐅂ΔΔ· κεραμίων 𐅂𐅂𐅂· ἄνθρακες 𐅂Δ𐅂𐅂· ἄννη-
σον 𐅂· ἐργάταις 𐅂Δ𐅃𐅂· μαγείρω[ι] 𐅂𐅃· <ἐπι>σπλαγχνίδιοι 𐅃· ἐρέ-
βινθοι 𐅂Δ𐅃𐅂· κάρυα 𐅂ΔΔΔ𐅃𐅂· ἰσχάδες 𐅂𐅃𐅂· κληματίδες, ῥυ-
μοὶ 𐅂𐅂· τοῖς μὴ πορευομένοις εἰς ἀπόμοιραν 𐅄Δ𐅂· οἴνο[υ]
10 Κῶια ΔΔΔ𐅃· τιμὴ 𐅂Η· νικητήριον ἁμίλλης ΔΔ· καὶ δευτε-
ρεῖον Δ. ἔχομεν δὲ τὸ ἀποτεταγμένον 𐅂𐅅Η· τῶν ἡμιωβελί-
{λι}ων {²⁶ἡμιωβελίων}²⁶ 𐅄· βύρσης Δ· δερμάτων — 𐅂𐅂̣· κεράμου 𐅃𐅂. λόγος τῶν
εἰς Εἰλειθύαια· ἀπὸ τῶν ΔΔΔΔ· πρόβατον Δ𐅂𐅂𐅂𐅂· πυροὶ 𐅂Δ·
τυρὸς 𐅂𐅂· ἐρέβινθοι, κύαμοι 𐅂𐅂𐅂𐅂· σήσαμα 𐅂𐅂· μέλι 𐅂𐅂· στεφανώ-
15 ματα ΙΙΙΙ· ἀρτοκόπωι 𐅂𐅂· λάχανα 𐅂𐅂𐅂· τάριχος 𐅂𐅂𐅂· ὄψον 𐅃𐅂·
κάρυα 𐅂𐅂· οἶνος 𐅃𐅂𐅂𐅂. Νίκου χῶρον δὲ ἀνεμισθώσαμεν οὐ
καθιστάντος τοὺς ἐγγύους Ἀχαιοῦ τοῦ Ζηλομένου· κα[ὶ]
ἐμισθώσαντο Λυκομήδης Κριτ[ίου, Χ]αρίστιος Ἀντιγό-
νου τοῦ αὐτοῦ 𐅄Δ̣ΔΔΔ𐅃𐅂ΙΙΙΙ𐅁𐅀/· καὶ ἐγγύους κατέστη-
20 σαν Εὐέλθοντα Τλησιμένου καὶ Παρμενίωνα Πολυ-
βούλου· καὶ παρέλαβον θύραν αὐλείαν, κλείσιον τεθυρω-
μένον, θάλαμον ἄθυρον, μυλῶνα, ἀχυρῶνα ἐστυλωμέ-
νον, βούστασιν, ἀνδρώνιον, ὑπερώιδιον, προβατῶνα, ἰ-
πνῶνα ἄθυρα, ἀμπέλους ΙΙ, συκᾶς 𐅃ΙΙΙ. ἀνεμισθώσαμεν
25 δὲ καὶ τὴν οἰκίαν τὴν ἐπισθένειαν, οὐ καθιστάντων
τῶν Εὐφράνορος κληρονόμων τοὺς ἐγγύους· καὶ ἐ̣μισ-
θώσατο Χρήσιμος τοῦ αὐτοῦ 𐅄Δ𐅃𐅂𐅂𐅁//· ἔγγυον κατέστη-
σε{σε}ν {²⁶κατέστησεν}²⁶ Ξενότιμον Σίμου. vac.
Search Help