[ ] Delos — 282 BC
See also:
face A.1 [λό]γος ἱεροποιῶν τῶν ἱεροποιησάντων ἐπὶ Κλεοστράτου ἄρχοντος Ἀνα̣․․․․․․․ τοῦ Φίλλιδος, Ἀμπυ[κίδου]
τοῦ Κριτοβούλου. παρελάβομεν παρὰ ἱεροποιῶν τῶν ἐπὶ Ποσειδίκου ἄρχοντος ἱεροποιησάντων Διδύμου τοῦ
Καλλιδίκου, Φιλαίθου τοῦ Πυρραίθου, παρόντων βουλευτῶγ καὶ γραμματέων Τελέσωνο[ς] τοῦ Αὐτοκλέους, Δημο[λύ]-
του τοῦ Λύσου, ἀργυρίου δραχμὰς 𐅇ΜΜΗΗ𐅄ΔΔΔΔ𐅂Ι𐅁 [vac. c.15] καὶ χρυσοῦς 𐅃ΙΙΙΙ καὶ φωκαΐδα
5 καὶ τεττίγια χρυσᾶ δύο, τετράδραχμα χαλκᾶ δύο καὶ παρε̣ρ̣ρινη̣μένον ἕν· χρυσίου παντοδαποῦ ὁλκὴν 𐅃𐅂𐅂𐅂ΙΙΙ· ἀργυρίου παντ[ο]-
δαποῦ ὁλκὴν ΔΔΔΔ𐅃𐅂𐅂· πτολεμαϊκὰ τετράδραχμα δύο καὶ ἀρβυλικοὺς ὀβολοὺς δύο καὶ δακτυλίδιον διάλιθον. {²vac.}²
καὶ τάδε τῶν ἱερῶν τεμενῶμ μισθώματα κατεβλήθη πρὸς ἡμᾶς· παρ’ Ἀπολλοδώρου τῆς γῆς τῆς ἐπὶ Πορθμῶι ΧΗΗ· παρὰ
Δόρκωνος τῆς γῆς τῆς ἐμ Πύργοις ΧΗΔ· παρὰ Στράτωνος τῆς γῆς τῆς Χαρητείας Χ𐅅ΗΗΗ· παρὰ Τελεσάνδρου τῆς ἐμ Πανόρ-
μωι 𐅅Η𐅄Δ· παρὰ Χοιρύλου τῆς Σκιτωνείας 𐅅𐅄Δ· παρὰ Θεστέου τῆς ἐγ Χαρωνείαι 𐅅ΗΗΗ· παρὰ Πα[ρ]μενίωνος τῆς ἐν Διονυσίωι
10 𐅅Η𐅂𐅂· παρὰ Ἀριστέου τῆς γῆς τῆς ἐν Λίμναις ΗΗΗ𐅄Δ𐅂· παρ’ Ἀντιγόνου Ῥάμνων ΗΗΗ𐅄ΔΔ𐅃· παρ’ [Ἐ]μπεδοκλέους Νικοῦ χώρου
ΗΗΗΔΔΔΔ𐅃𐅂𐅂𐅂· παρὰ Ἀριστείδου τοῦ Ἱπποδρόμου καὶ τῆς Ἀφέσεως 𐅅𐅄· παρὰ Φερεκλείδου Λειμῶνος ΗΗΗ· παρὰ Ἀρ[ισ]τοδίκου Φοι-
νίκων 𐅅ΗΗΔΔ· παρὰ Ἀναψυκτίδου τῶν ἐν Ἄκραι Δήλωι ΗΗΗ· παρὰ Πολυκρίτου τῶν Ἐπισθενείων 𐅅· παρὰ Ἀναψυκτίδου τῶν ἐγ
Κορακιᾶι Η· παρὰ Ἀριστοβούλου τῶν ἐν Σολόηι ΗΗ· παρ’ Εὐμήδους τοῦ Λυκωνείου 𐅄ΔΔΔ· παρὰ Ἐτεοκλείδου τῶν ἐγ Κεραμείοις ΗΔΔ·
παρὰ Ἀμφιστράτου τῶν Σωσιμαχείων ΗΗ𐅂· παρὰ Φίλτου τῶν ἐμ Φυταλιᾶι 𐅄Δ. {²vac.}²
15 καὶ τάδε τῶν οἰκιῶν τῶν ἱερῶν ἐνοίκια εἰσήκει· τῆς οἰκίας ἣ ἦν Ἐπισθένους ἧι γείτων ἡ Σίμου οἰκία παρὰ Ἐπισθένους 𐅄𐅂𐅂𐅂𐅂·
τῆς οἰκίας ἣ ἦν Ἐπισθένους ἧι γείτων ἡ Πιστοξένου οἰκία παρὰ Νίκωνος ΔΔ𐅃· τῆς οἰκίας τῆς ἐν λιμένι ἣ ἦν Ἀρκέοντος παρὰ
Ἀρκέοντος ΔΔ𐅃· τῆς οἰκίας τῆς ἐγ Κολωνῶι ἣ ἦν Ἐπισθένους παρὰ Ἀριστείδου Δ· τῆς Χαρητείας οἰκίας {²vac.}²
[vac. — —c.32— —] τῶν οἰκ̣ημάτων ἀμφοτέρων τῶν ὑπὸ τοὺς ἀνδρῶνας παρὰ Σωτέλους ΔΔ· τῆς ἀν-
δρωνίτιδος παρὰ Φίλτου ΔΔΔ· τῆς Σωσιλείας οἰκίας τῶν οἰκημάτων τῶμ πρὸς τῆι θαλάσσηι καὶ τῶν ἐπὶ τούτοις παρ’ Ἀντιγόνου
20 ΔΔΔΔ𐅂𐅂· τῆς οἰκίας ἐν ἧι Ἀντίγονος οἰκεῖ παρὰ Ἀντιγόνου ΔΔΔ· {²vac.}² τῆς οἰκίας πρὸς ἧι ἡ
κρηπὶς παρὰ Διονυσοδώρου 𐅄ΔΔΔΔ· τῶν οἰκημάτων ἐν οἷς Ἔφεσος καπηλεύει παρὰ Ἀριστ[ο]λόχου 𐅄𐅃· τῆς οἰκίας ἣ ἦν Θ[εοκ]ύδους
παρὰ Ἱεράκου ΔΔΔ· τῆς οἰκίας ἣ ἦν τῶν παίδων τῶμ Πυθαγόρου παρὰ Σίμιδος ΔΔΔΔ· τῆς οἰκίας ἣ ἦν Ὀρθοκλέους [παρὰ ․]ινί̣δ̣ος Δ[․․]·
τῆς οἰκίας ἣ ἦν τῶν παίδων τῶν Ἀριστοβούλου παρὰ Διακρίτου ΔΔ𐅂𐅂ΙΙΙ. vac.
τόκους οἵδε τεθήκασι· Σωσισθένης ΔΔΔΔ𐅂ΙΙΙΙ· 〚— — — — — —〛
25 〚— — — — — —〛 Σωσίπολις Εὐρυμάνθους ὑπὲρ τῶν χωρίων τῶν ἐμ Πασσίρωι τῶν ἡμίσεων τὸ αὑτοῦ μέρος δραχμὰς 𐅄Δ· Ἀνδρο-
[μ]ένης Ξένωνος ΔΔΙΙΙΙΙ· Ἀλεξικράτεια ὑπὲρ Ἀριγνώτου ΔΔΙΙΙΙΙ· Φερεκλείδης ὑπὲρ αὑτοῦ καὶ Προξένου δραχμὰς 𐅄Δ[Δ𐅃𐅂𐅂𐅂ΙΙΙ? καὶ] ὑπὲρ
Χάρητος δραχμαῖς ΗΗ𐅂ΙΙΙΙ τόκον ΔΔΙ· Γοργὼ καὶ ὁ κύριος Ἀρχέλας ὑπὲρ Χάρητος δραχμα[ῖς] ΗΙΙΙΙΙ τόκον Δ𐅁· Φερεκλείδης ὑπὲρ Νεω-
κόρου δραχμαῖς Η𐅄𐅂𐅂Ι𐅁 τόκον Δ𐅃𐅁· Φίλτης ὑπὲρ Νεωκόρου δραχμαῖς ΔΔΔΔ𐅂𐅂 τόκον 𐅂[𐅂𐅂𐅂Ι//]· Ἀνδρομένης Δημόνου ὑπὲρ Δηλίκου
ΔΔ· Φαναγόρας ὑπὲρ τοῦ οἰκήματος ὃ ἦν Νεωκόρου Δ𐅁· Πόλυβος ὑπὲρ Χάρητος 𐅂𐅂𐅂𐅂· [Δ]εξικράτης καὶ Κλεινόδικος ὑπὲρ Στη-
30 σίλεω ΔΔ· Ἑρμόδοτος ταῖς ΧΗΗ τόκον ΗΔΔ· Παρμενίων ὑπὲρ Χάρητος 𐅃𐅂· 〚— — — — — —〛
         {²rasura vss. 2}²
31 καὶ τάδε ἄλλα εἰσήκει· πώρων ἀποκομμάτων 𐅂· χηναλώπεκος πραθείσης 𐅂Ι𐅀· ὠιῶν 𐅂· τοῦ τράγου οὗ Φιλοκλείδης ἀνέθηκεν ἀπο-
θανόντος παρὰ Νίκωνος Δ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙΙΙ· χηνὸς ὠιῶν ΙΙΙ𐅁· ἐκ τῶν θησαυρῶν τῶν τε ἐν τῶι ἱερῶι καὶ τοῦ ἐν τῶι Ἀσκληπιείωι Η𐅄ΔΔΔ𐅃𐅂𐅂·
〚— — — — — —〛 παρὰ Μνησάλκου δραχμαῖς ΗΗΗ τόκος
ΔΔ𐅃· παρὰ Φιλωνίδου ὑπὲρ Θεογνώτου δραχμαῖς ΗΗΗ τόκος ΔΔ𐅃𐅂𐅂𐅂𐅂Ι· παρὰ Πυρραίθου δραχμαῖς 𐅅 τόκος ΔΔΔ𐅃𐅂𐅂ΙΙΙ. {²vac.}²
                                 {²vac.}²
35 κεφάλαιον οὗ τε παρελάβομεν ἀργυρίου καὶ τοῦ ἐπὶ τῆς ἡμετέρας ἀρχῆς εἰσελθόντος 𐅇ΜΜΜΧΧΗΔΔΔ𐅂𐅂𐅂𐅂ΙΙ[․․․],
χαλκᾶ τετράδραχμα τρία καὶ χρυσοῖ 𐅃ΙΙΙΙ καὶ φωκαῒς καὶ τεττίγια δύο· χρυσίου ἀσήμου ὁ[λκὴ] 𐅃𐅂𐅂𐅂ΙΙΙ· ἀργυρίου παντοδαποῦ ὁλκὴ ΔΔΔΔ𐅃[𐅂𐅂].
ἀπὸ τούτου τάδε ἀνάλωται· τοῖς τεχνίταις τρισὶν οὖσιν μηνὸς Ληναιῶνος εἰς ὀψώ[νιον] δραχμαὶ ΔΔΔ· πυρῶμ μεδίμνου[ς]
δύο ἡμίεκτα ἐννέα χοίνικες τρεῖς· τιμὴ τοῦ μεδίμνου ἑκάστου 𐅃𐅂𐅂· τὸ πᾶγ γίν[ε]ται Δ𐅃𐅂𐅂𐅂𐅂ΙΙΙΙ· σιτοπ[οιῶι] Ἀρτεμισίαι 𐅃𐅂ΙΙΙ· εἰς ἱ-
ματισμὸν Λεπτίνηι καὶ Βακχίωι ΔΔΔ𐅂· μηνὸς Ἱεροῦ τοῖς τεχνίταις τοῖς τρισὶν εἰς ὀψώνιον ΔΔΔ· πυρῶν μεδίμνους δύο, ἡμίεκτ[α]
40 ἐννέα χοίνικες τρεῖς, τιμὴ τοῦ μεδίμνου ἑκάστου· 𐅃𐅂ΙΙΙ· τὸ πᾶγ γίγνεται Δ𐅃𐅂𐅂𐅂Ι𐅁𐅀· σιτοποιῶι Ἀβιττίδι 𐅃𐅂ΙΙΙ· μηνὸς [Γαλαξιῶ]-
νος τοῖς τεχνίταις τοῖς δύο εἰς ὀψώνιον δραχμαὶ ΔΔ· πυρῶν μέδιμνος ἡμιεκτεῖα δέκα χοίνικες δύο, τιμὴ τοῦ μεδίμνου 𐅃𐅂· [τὸ]
πᾶν Δ𐅂Ι𐅁· σιτοποιῶι Ἀρτεμισίαι· 𐅂𐅂𐅂ΙΙΙΙΙ//· Ἀρτεμισιῶνος τοῖς τεχνίταις τοῖς δύο εἰς ὀψώνιον ΔΔ· πυρῶν μέδιμνος ἡμιεκτέα δέκα χοίν[ι]-
κες δύο, τιμὴ τοῦ μεδίμνου 𐅂𐅂𐅂𐅂ΙΙΙ· τὸ πᾶν 𐅃𐅂𐅂𐅂ΙΙ𐅀//· σιτοποιῶι Ἀρτεμισίαι 𐅂𐅂𐅂ΙΙΙΙΙ//· μηνὸς Θαργηλιῶνος τοῖς τεχνίταις πυρῶν μέδιμνο[ς]
rasura ἡμιεκτεῖα δέκα χοίνικες δύο, τιμὴ τοῦ μεδίμνου 𐅃𐅂ΙΙΙΙΙ· τὸ πᾶγ γίνεται Δ𐅂𐅂ΙΙΙΙ𐅁𐅀̣//· σιτοποιῶι Ἀρτεμισίαι 𐅂𐅂𐅂[ΙΙ]ΙΙΙ//· εἰς ὀψώνιον ΔΔ·
45 μηνὸς Μεταγειτονιῶνος τοῖς τεχνίταις εἰς ὀψώνιον ΔΔ· πυρῶν μέδιμνος ἡμιεκτεῖα δέκα χοίνικες δύο, τιμὴ τοῦ μεδίμνου 𐅃𐅂𐅂· τὸ
πᾶγ γίνεται Δ𐅂𐅂𐅂𐅁𐅀· σιτοποιῶι Ἀρτεμισίαι 𐅂𐅂𐅂𐅂· Βουφονιῶνος μηνὸς τοῖς τεχνίταις εἰς ὀψώνιον ΔΔ· πυρῶν μέδιμνος ἡμιεκτεῖα δέκα
χοίνικες δύο, τιμὴ τοῦ μεδίμνου Δ· τὸ πᾶγ Δ𐅃𐅂𐅂𐅂ΙΙΙΙ𐅁· σιτοποιῶι Ἀρτεμισίαι 𐅂𐅂𐅂𐅂· Ἀ[π]ατουριῶνος μηνὸς τοῖς τεχνίταις εἰς ὀψώνιον ΔΔ,
ἀλφίτωμ μέδιμνοι τρεῖς ἡμιεκτέα ἐννέα, ὁ μέδιμνος 𐅂𐅂𐅂𐅂· τὸ πᾶν Δ𐅃· Ἀρησιῶνος τοῖς τεχνίταις εἰς ὀψώνιον ΔΔ· ἀλφίτωμ μέδιμνοι
[τρεῖς ἡμιεκτ]έα ἐννέα, ὁ μέδιμνος 𐅃· τὸ πᾶν [Δ𐅃𐅂𐅂𐅂ΙΙΙΙ𐅁· Ποσιδεῶνος τοῖς τεχνίται]ς εἰς ὀψώνιον ΔΔ· ἀλφίτων μέδιμνοι τρεῖς, ἡμιεκτέα
50 [ἐννέ]α, ὁ μέδιμνος 𐅃· τὸ πᾶ[ν Δ𐅃𐅂𐅂𐅂ΙΙΙΙ𐅁· εἰς τὰ ἐπιτήδεια τῶι ὑπηρέτει Η𐅄𐅃𐅂· νεωκ]όρωι τοῦ Ἀσκληπιείου ΗΗ· νεωκόρωι εἰς τὸν θεὸν 𐅄Δ·
[ἰν]ωποφύλακι 𐅄ΔΔ𐅃· αὐλητρίδι τοῦ ἱεροῦ χορο[ῦ ΗΔΔ· γραμματεῖ μισθὸς 𐅄ΔΔΔ· κήρυκι μ]ηνὸς Ληναιῶνος μισθὸς δραχμαὶ 𐅄Δ· ἀρχιτέκτο-
νι Σίμωι μηνῶν ὀκτὼ καὶ ἡμερῶν δέκα τριῶν μισθὸς 𐅅𐅃[𐅂. καὶ τάδε ἔργα ἐξέδομεν κατὰ] ψηφίσματα τοῦ δήμου καὶ κατὰ συγγραφάς·
τοῦ νεὼ τῆς Ἀρτέμιδος τοῦ προδόμου τὸν τοῖχον τὸν ἀριστερᾶς [— — c.18 — — ἀπὸ? τοῦ προ?]θ̣ύ̣ρου πρὸς τὸ διάφραγμα ξυλῶσαι καὶ δια-
φ̣ράξαι ἀπὸ τῶν ὑπαρχόντων διαφραγμάτων πρὸς τὴν ὀροφὴν ὥστε παρέ[χ]ειν [αὑ]τῶι πάντα ὅσων ἂν δεῖ εἰς τὸ ἔργον· ἠργο-
55 [λ]άβησεν Φίλων δραχμῶν 𐅅Η· τῆς οἰκίας τῆς Ἐπισθενείας τῆς ἐγ Κολωνῶι ἧ[ι γ]είτων [ἡ τῶ]ν Ἀμφιτίμου παίδων ἐξέδομεν τὸν
[το]ῖχον τὸμ πρὸς νότον τοῦ κλεισίου οἰκοδομῆσαι καὶ ὑπέρθυρον ὑποθεῖναι τῶι {τῶι} θυ[ρῶνι]· ἠργολάβησε Νίκων δραχμῶν vac.
Δ[ΔΔ]Δ𐅂𐅂𐅂· τὸν θυρῶνα τὸν ἐν τῶι Ἀρχηγέτηι τὸμ πρὸς νότον οἰκοδομῆσαι ἐξέλαβεν Δη[μόφιλος?] δραχμῶν ΔΔΔ𐅃· εἰς τοῦτον πλίν-
θοι [πα]ρ’ Ἀμφικλέους διακόσιαι ἐνενήκοντα, τιμὴ Δ𐅃𐅂𐅂𐅂ΙΙΙΙΙ· μισθωτοῖς τὰς πλίνθους ἀνενέγ[κασι] 𐅂𐅂𐅂· πλίνθοι παρὰ Ἀπολλοδώρου
ἑβδο[μ]ήκοντα, τιμὴ 𐅃· μισθωτοῖς ἀνενέγκασιν 𐅂Ι· παρὰ Δημοφίλου πλίνθοι ἑκατόν, τιμὴ 𐅃[․․· μισθω]τοῖς ἀνακομίσασι τὰς πλίνθους
60 𐅂ΙΙΙ· πλί[ν]θοι παρὰ Καλλισθένους 𐅄Δ, τιμὴ 𐅂𐅂𐅂𐅂ΙΙΙΙ· μισθωτοῖς ἀνενέγκασι [𐅂]𐅂· Δεινοκράτει κανό[νας] ποι[ή]σαντι? μισθὸς 𐅂𐅂· εἰς τὸν
νεὼ τὸν πώρινον γόμφων δέκα τεττάρων καὶ δεσμῶν τεττάρων ὁλκὴν μνᾶς ὀκτὼ ἡμιμναῖον [Ἡρ]ακλείδηι ποιήσαντι τιμὴ
Δ𐅂𐅂𐅂ΙΙ𐅁̣ κε[λ]ευόντων ἐπιμελητῶγ καὶ τοῦ ἀρχιτέκτονος· Δεινοκράτει τὰς θύρας τὰς ἐν Νήσωι ἐπισκ[ευάσ]αντι καὶ τ[ὸγ] κέραμον ἐπι-
θέντι 𐅂ΙΙΙ· Δεξίωι κλεῖδα ποιήσαντι εἰς Νῆσον 𐅂ΙΙΙΙ· τῶι ταμιείωι τῶι χορευτῶν κλεῖδα ποιήσαντι Δ̣ε̣ι̣ν̣ο̣κ̣ράτει 𐅂· τοῦ οἰκήματος
τοῦ ἐν τῆι ἀναβάσει τοῦ θαλάμου τὰς θύρας ἐπισκευάσαντι Δεινοκρά[τ]ει μισθὸς 𐅂𐅂ΙΙΙ· τὰ τέγη ἐπισκευ[άσαν]τι Διονυσίωι μισθὸς 𐅃·
65 ἐπι τὴμ περίοδον τοῦ νεὼ τῆς Ἀρτέμιδος κλεῖδα ποιήσαντι Δεινοκράτει ΙΙΙ· οὗ τὰ δώδεκα ἀγάλματ[α τῶν] θυρῶν τὰς κατακλε[ῖ]-
δας ἐπισκευάσαντι καὶ τῶν ἐν τῶι Ἀρχηγέτηι Δεινοκράτει μισθὸς ΙΙΙΙ· τὸν οἶκον τὸν Δήλιον ἐδαφίσαντ[ι Διον]υσίωι μισθὸς 𐅃Ι·
Ἡρακλείδηι εἰς τὸ προσκήνιογ γράψαντι πίνακας δύο μισθὸς δραχμαὶ ΗΗ· Ἀντιδότωι τοῦ προσκηνίου γρά[ψαντ]ι πίνακας δύο
μισθὸς δραχμαὶ Η̣Η· Θεοδήμωι πίνακα εἰς τὸ προσκήνιον ποιήσαντι μισθὸς δραχμαὶ ΔΔΔ· εἰς τοῦτον κατε[χρησάμεθα ξύλον]
ἐλάτινον τῶν ὑπαρχόντων· μισθωτοῖς τὸν οὐδὸν ἀνακομίσασιν εἰς τὸν νεὼ τοῦ Ἀπόλλωνος μισθὸς δραχμαὶ Δ𐅂𐅂𐅂𐅂 [— c.10 —]
70 κατακλίναντι τὸν οὐδὸν Δ· εἰς τὸ ἄγαλμα τοῦ Διονύσου κεραία [π]αρὰ Δημέου δραχμῶν ΔΔΔ· Ἀριστοθάλει ἐργασαμέ[νωι τὸ ἄγαλμα —]·
[γ]ράψαντι Ἡρακλείδηι 𐅂𐅂𐅂· εἰς κόσμησιν τοῦ ἀγάλματος 𐅃𐅂· εἰς τὴν ἅμαξαν ἧλοι παρὰ Ἀλεξίου ΙΙΙΙΙ· τοῖς τεχνίταις Ε̣Ν̣Ο̣ [— c.7 — τοὺς]
[κ]αταληπτῆρας τῆς ὑπ[ο]δομῆς ἐπιτιθεῖσι 𐅃· μισθωτῶι ὑπη[ρ]ετοῦντι ΙΙΙΙΙ· σχοινίον εἰς παλαίστραν ὥστε τῶι γαυλῶι [․․․· τῶι χορῶι]
[τ]ῶι γενομένωι τοῖς Ἀπολλωνίοις λαμπάδες παρὰ Λυσίου 𐅂𐅂ΙΙΙ· ῥυμοὶ 𐅂Ι· χορῶι τῶι γενομένωι τοῖς Ἀρτεμισίοις καὶ [Βριτομαρτίοις]
ΙΙΙ· λαμπάδες παρὰ Λυσίου καὶ Χαριδήμου 𐅂𐅂𐅂𐅂· ῥυμοὶ ΙΙΙΙΙ· τῶι χορῶι τῶι γενομένωι τοῖς Κώιων θεωροῖς λαμπάδες πα[ρὰ Λυσί]-
75 ου 𐅂𐅂· ῥυμοὶ ΙΙ· τῶι χορῶι τῶι γενομένωι τοῖς Ῥοδίων θεωροῖς λαμπάδες παρὰ Χαριδήμου 𐅂𐅂· ῥυμοὶ ΙΙ· πίττης μετρητ[αὶ τρεῖς]
χοεῖς δύο ὥστε τὸγ Κερατῶνα ἀλεῖψαι παρ’ Ἀμφιθάλο[υς], ὁ μετρητὴς ΔΔ𐅂𐅂𐅂𐅂· ἡ πᾶσα τιμὴ 𐅄ΔΔ𐅃𐅂𐅂𐅂· ἀλείψαντι τὸν Κερατῶ[να Ἀμ]-
φιθάλει μισθὸς Δ𐅂· ἄλλοι πίττης μετρη〚——〛ταὶ {²⁶μετρηταὶ}²⁶ τρεῖ[ς] καὶ χ[ο]ῦς, ὁ μετρητὴς ΔΔ𐅂𐅂𐅂𐅂· ἡ πᾶσα τιμὴ 𐅄ΔΔ𐅂𐅂𐅂𐅂· ἀπὸ τούτων ἠλεί[ψα]-
μεν τὰς θύρας πάσας τάς τε ἐν τῶι ἱερῶι καὶ τὰς τῶ[ν] ἄλλων ἱερῶν θύρας καὶ τὰ ὑπερτόναια καὶ ὅσα ἔδει τῆς σκηνῆς τῆς ἐν τ[ῶι]
θεάτρωι· ἀλείψαντι Φιλοκλεῖ 𐅃𐅂𐅂𐅂𐅂ΙΙΙ κελεύοντο[ς] ἀρχιτέκτονος· σφῦραν σιδηρᾶν ἐπριάμεθα παρὰ Φωκαιέως μνᾶς ἄγουσαν
80 εἴκοσι τέτταρας, τιμὴ ΔΔ𐅂𐅂𐅂𐅂· καὶ γλαρίδα ἄγουσαν μνᾶς τέτταρας ἡμιμναῖον, τιμὴ 𐅃𐅂ΙΙΙΙ𐅁· σφῆνας ἐπριάμεθα σιδηροῦς
τέτταρας· εἰς τούτους ἐπριάμεθα σιδήρου μνᾶ[ς] τετταράκοντα πέντε, τιμὴ Δ𐅃𐅂𐅂𐅂· Δεξίωι ποιήσαντι τοὺς σφῆνας μισθὸς ․․·
Φιλωνίδηι τοῦ Ἀσκληπιείου δόσιν ἔδομεν κατὰ τὴν συγγραφὴγ κελευόντ[ω]ν ἐπιμελητῶγ καὶ ἀρχιτέκτονος δραχμὰς Η𐅄[․․․․]·
Ἡρακλείδηι ὀξυσμάτων τῶν εἰς τὸν ἐνιαυτὸν 𐅃𐅂𐅂𐅂𐅂· τὴγ κόπρον τῶν περιστερῶν ἀνακαθάρασι καὶ ἐξενέγκασιν 𐅂𐅂𐅂[․․․․․․]
οἰκοδομήσαντι τὴγ γωνίαν τοῦ Ἀρτεμι[σί]ου 𐅂· Δημοφίλωι τὸ διόρυγμα το[ῦ] Ἀρτεμισίου οἰκοδομήσαντι 𐅂𐅂𐅂𐅂· κε[ραμίδων]
85 ζεύγη ἐπριάμεθα ἐΞύρου {²⁶ἐξ Σύρου}²⁶ ἑβδομήκον[τα], τὸ ζεῦγος [ΙΙΙΙ𐅁], ἡ πᾶσα τιμὴ 𐅄𐅂𐅂ΙΙΙ [κομίσαντι? ναῦλλο]ν Δ𐅂𐅂𐅂ΙΙΙ𐅁//· ἀπὸ τούτων [κατεχρησά]-
μεθα ἐπὶ τὸν οἶκον τὸν Δηλί[ων κα]ὶ ἐπὶ τὸν Ἰνωπὸν ζ̣ε[ύγη — —c.20— — ζ]εύγη δέκα δύο {α} ἐπὶ τὸ [ραῖον?]
ζεύγη δέκα [— — — — — — — — — — — — — — — — — — — — — — — —] #⁷ρατι[— — — — — — — — —]
ἐκκαθάρ[α — — —]
  #⁷#⁷
face B left.1 μηνὸς Βουφονιῶνο[ς],
κατὰ ψήφισμα το[ῦ]
δήμου, εἰσι̣ό̣ν[τος]
ἐδανείσαμεν
5 τοῖς προδανεισ-
ταῖς Τιμησιδήμωι
Ἀντικράτους, Θε-
οδότωι Ἱππο[τά]-
δεω, Ἱερομβρότωι
10 Μνησικλέους, Ἡγη-
σαγόραι Ἀναξιμέ-
νους, Διοδότωι Στη-
σίλεω, Δημέαι Πυ-
[θ]οκλέους, Καλλισ-
15 θ̣ένει Θεωρύλου,
καὶ ἐγγυηταῖς τού-
των Πλεισταινέ-
τωι Τελέσωνος,
Διδύμωι Καλλιδίκ̣(ου),
20 [Γερ]ύλλωι Πιστοξέ(νου),
[Φα?]νέαι Δέξιδος,
[Δημ?]οτέλει Σω-
[κλέ?]ους, Ξένωνι
[Τε]λέσωνος, Ἀντ[ιγ]-
25 [ό]νωι Ἀνέκτου,
ἀργυρίου δραχμὰ[ς]
ΜΜΧΧΧΧ𐅅ΗΗΗΗ
𐅄ΔΔ𐅃 κατὰ τὸν νό̣-
μογ καὶ κατὰ συγ-
30 γραφὴν τὴγ κει-
μένην παρὰ Ἀμπυκ[ί]-
δ[η]ι· τούτου ἀποδ[ε]-
δώκασι τοῖς ἐπ’ ἄρ-
χοντος Γλαυκιάδ[ου]
35 ἱεροποιοῖς Φιλαίθ[ωι]
Εὐκλείδηι δραχμ-
ὰς Μ𐅆ΧΧΧ𐅅ΗΗΗ
𐅄ΔΔ𐅃𐅂𐅂𐅂𐅂Ι𐅁· τὸ δὲ
[λ]οιπὸν ἀργύριον κ[αὶ]
40 [τ]ὸν τόκον τὸγ γινό-
μενον παντὶ τῶι
ἀργυρίω[ι] ὀφείλου-
σι τῶι θεῶι οἱ προδα-
νεισταὶ καὶ οἱ ἐγγυ-
45 ηταί. {²vac.}²
Search Help
Contact Us