[ ] Delos — stoich. — 4th c. BC
— — — — — — — — — — — — —
1 [․] περὶ τὸ ἱερὸν δ[εδό]-
[χ]θαι τῶι δήμωι Ἀθη[νό]-
[δ]ωρον Θεοδώρου Μι[λή]-
[σ]ιον πρόξενον εἶναι
5 [κ]αὶ εὐεργέ[τ]ην αὐτὸν
καὶ ἐκγόνους· εἶναι
δὲ αὐτοῖς ἀτέλειαν
πάντων καὶ πρόσοδον
πρὸς τὴν βουλὴν καὶ
10 [τ]ὸν δῆμον πρώτοις με-
[τ]ὰ τὰ ἱερὰ καὶ τὰ ἄλλα
[π]άντα ὅσα τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέ-
ταις τῆς πόλεως τῆς
15 [Δ]ηλίων δέδοται ὑπάρ-
[χ]ειν αὐτοῖς.
Search Help
Contact Us