| 1 | ὦ μύσται, τότε μ’ εἴδετ’ ἀνακτόρου ἐκ προφανέντα |
| νυξὶν ἐν ἀργενναῖς, νῦν δὲ μεθημέριον | |
| ἐκ προγόνων ῥητῆρα λόγοις ἐναγώνιον αἰεί· | |
| τῶν ἀποπαυσάμενος θέσφατα νῦν ἰάχω. | |
| 5 | οὔνομα δ’ ὅστις ἐγὼ μὴ δίζεο· θεσμὸς ἐκεῖνο |
| μυστικὸς ᾤχετ’ ἄγων εἰς ἅλα πορφυρέην. | |
| ἀλλ’ ὅταν εἰς μακάρων ἔλθω καὶ μόρσιμον ἦμαρ, | |
| λέξουσιν τότε δὴ πάντες ὅσοις μέλομαι. | |
| 8a | vac. 0.068 |
| 9 | νῦν ἤδη παῖδες κλυτὸν ὄνομα πατρὸς ἀρίστου |
| 10 | φαίνομεν, ὃ ζωὸς κρύψεν ἁλὸς πελάγ[ει]· |
| οὗτος Ἀπολλώνιος ἀοίδιμος, ὃν φ[άμενός τις] | |
| σημαίνει μυσταῖς οὔνομα πατ[ρὸς ὁμοῦ], | |
| σὺν δὲ Ποσειδάωνι φερώνυμος εὖ πα[ρεκλήθη]. | |
| vac. |
IG II²
3811