[ ]
Att. — ante 128/9
1 | ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου |
καὶ ἡ βουλὴ τῶν ἑξακοσίων | |
καὶ ὁ δῆμος = Κόιντον Πομπήιον | |
Κοίντου υἱὸν Κολλείνᾳ Καπίτωνα ποιη- | |
5 | τὴν Περγαμηνὸν τὸν καὶ Ἀθηναῖον |
παντὶ μέτρῳ καὶ ῥυθμῷ τὴν μεγα- | |
λοφυῆ τῆς ποιήσεως ἀρετὴν ἐπιδειξά- | |
μενον καιρικαῖς ἀπανγελίαι<ς> διά τε | |
τὴν ἐν τῷ ἐπιτηδεύματι ὑπεροχὴν καὶ τὴν | |
10 | περὶ τὰ ἤθη σεμνότητα. |