[ ]
Att. — s. II a.
| 1 | εἴ τι π[άρ]ος μερόπων γεραὸς νόος εὗρ’ ἐνὶ τέχναι, |
| φαμί σε [πᾶ]ν κατιδεῖν εὐξυνέτοις πραπίσι, | |
| κρίνανθ’ ἱητρῶν σοφὰ δόγματα καὶ τὸ περισσὸν | |
| ἐκ βύβλων ψυχῆς ὄμματι δρεψάμενον, | |
| 5 | εὐιάδος τ’, Ἀργαῖε, πορεῖν γάνος ἁμερίοισιν |
| οἴνας γυιοπαγεῖς ῥυόμενεον καμάτους. | |
| ἀνθ’ ὧν σοῦ τέχνας ἐρατὸν κλέος οὔποτ’ ὀλεῖται, | |
| λαμπρότερον δ’ ἄστρων ἔσσεται οὐρανίων. |