[ ]
Att. — s. II a.
1 | εἴ τι π[άρ]ος μερόπων γεραὸς νόος εὗρ’ ἐνὶ τέχναι, |
φαμί σε [πᾶ]ν κατιδεῖν εὐξυνέτοις πραπίσι, | |
κρίνανθ’ ἱητρῶν σοφὰ δόγματα καὶ τὸ περισσὸν | |
ἐκ βύβλων ψυχῆς ὄμματι δρεψάμενον, | |
5 | εὐιάδος τ’, Ἀργαῖε, πορεῖν γάνος ἁμερίοισιν |
οἴνας γυιοπαγεῖς ῥυόμενεον καμάτους. | |
ἀνθ’ ὧν σοῦ τέχνας ἐρατὸν κλέος οὔποτ’ ὀλεῖται, | |
λαμπρότερον δ’ ἄστρων ἔσσεται οὐρανίων. |