[ ] Att. — s. II a.
1 εἴ τι π[άρ]ος μερόπων γεραὸς νόος εὗρ’ ἐνὶ τέχναι,
φαμί σε [πᾶ]ν κατιδεῖν εὐξυνέτοις πραπίσι,
κρίνανθ’ ἱητρῶν σοφὰ δόγματα καὶ τὸ περισσὸν
ἐκ βύβλων ψυχῆς ὄμματι δρεψάμενον,
5 εὐιάδος τ’, Ἀργαῖε, πορεῖν γάνος ἁμερίοισιν
οἴνας γυιοπαγεῖς ῥυόμενεον καμάτους.
ἀνθ’ ὧν σοῦ τέχνας ἐρατὸν κλέος οὔποτ’ ὀλεῖται,
λαμπρότερον δ’ ἄστρων ἔσσεται οὐρανίων.
Search Help
Contact Us