[ ] Att. — ante med. s. III p.
1                     τύχῃ ἀγαθῇ.
  τὸν λαμπρότατον ὑπατικὸν καὶ ἐπώνυμον ἄρχοντα
    Μ Οὔλπ Εὐβίοτον Λερον Γα<ρ>γή[ττιον] πάσης
    ἀρετῆς ἕνεκα καὶ τῆς περὶ τὴν πατρίδα φιλο-
5 τειμίας ἔν τε χρήμασι σιτωνικοῖς οἷς ἀθρόως ἔδωκεν
   μυριάσι πέντε καὶ εἴκοσι καὶ τροφαῖς αἷς
    ἐν τῇ μεγάλῃ σπάνει παρέσχε, δόγματι
    τῶν κρατίστων Ἀρεοπαγειτῶν ἱερεὺς
   Πατρῴου Ἀπόλλωνος Πόπλιος Αἴλ Ζήνων
1    Βερενικίδης τὸν κοινὸν εὐεργέτην καὶ
           ἑαυτοῦ προστάτην.
Search Help
Contact Us