[ ] Att. — 177-180
See also:
1            ἡ πόλις
Λ · Μέμμιον ἐπὶ βωμῶι Θορίκιον
τὸν ἀπὸ δᾳδούχων καὶ ἀρχόντων
καὶ στρατηγῶν καὶ ἀγωνοθετῶν,
5 τὸν καὶ αὐτὸν μετὰ τῶν ἄλλων ἀρχῶν
καὶ λιτουργιῶν · ἄρξαντα τὴν ἐπώ-
νυμον ἀρχὴν καὶ στρατηγὸν ἐπὶ τὰ
ὅπλα καὶ ἐπιμελητὴν γυμνασιαρχίας
θεοῦ Ἁδριανοῦ · καὶ ἀγωνοθέτην τρίς,
10 πρεσβευτήν τε πολλάκις περὶ τῶν με-
γίστων ∶ ἐν οἷς καὶ περὶ γερουσίας · μυή-
σαντα παρόντος θεοῦ Ἁδριανοῦ,
μυήσαντα θεὸν Λούκιον Οὐῆρον
Ἀρμενιακὸν Παρθικὸν καὶ Αὐτοκράτορας
15 Μ ∶ Αὐρήλιον Ἀντωνῖνον · καὶ Μ · Αὐρήλιον
Κόμμοδον Γερμανικοὺς Σαρματικούς,
[λ]ιτουργήσαντα τοῖν θεοῖν · ἔτεσι Νϛ, τὸν
[ἀ]π’ ἀρχιερέων · τὸν φιλόπατριν.
Search Help