[ ] Att. — post 124/5 p.
See also:
1 μήτηρ Μαρκιανοῦ, θυγάτηρ Δημητρίου εἰμί·
οὔνομα σιγάσθω· τοῦτ’ ἀποκληιζομένη,
εὖτέ με Κεκροπίδαι Δηοῖ θέσαν Ἱερόφαντιν,
AU)TH\ A)MAIMAKE/TOIS E)GKATE/KRUYA BUQOI=S:
5 οὐκ ἐμύησα δ’ ἐγὼ Λακεδαιμονίης τέκνα Λήδης,
οὐδὲ τὸν εὑράμενον παυσινόσους ἀκέσεις,
οὐδὲ τὸν Εὐρυσθῆι δυώδεκα πάντας ἀέθλους
ἐξανύσαντα μόγωι καρτερὸν Ἡρακλέα·
τὸν χθονὸς εὐρυχόρου δὲ καὶ ἀτρυγέτης μεδέοντα,
10 τὸν καὶ ἀπειρεσίων κοίρανον ἡμερίων,
ἄσπετον ὃς πάσαις πλοῦτον κατέχευε πόλεσσιν,
Ἁδριανόν, κλεινῆς δ’ ἔξοχα Κεκροπίης.
Search Help
Contact Us