[ ] Att. — fin. s. I p.
See also:
col. I.1 Πόση Ποσέους Μαραθω-
νίου θυγάτηρ τὴν ἑαυ-
τῆς τήθην, ἱερόφαντιν
νεωτέρας, Περικλέους
5 ἐξ Οἴου θυγατέρα, τὴν
ἀπὸ Περικλέους ταῖν θε-
αῖν εὐσεβείας ἕνεκεν.
7a     vac. 0.075
8 ἐπὶ ἱερείας Φλαουίας Λαοδαμεί-
ας τῆς Κλείτου Φλυέως θυγα-
10         τρός.
col. II.11 Τιβέριον Κλαύδιον Ἱεροφάντην Καλλικρατίδου Τρικορύσιον,
ἔπαρχον ἀρχιτεκτόνων δήμου Ῥωμαίων γενόμενον,
ἔπαρχον σπείρης Ἱσπανῶν δευτέρας, ἄρξαντα τὴν
ἐπώνυμον ἀρχὴν ἐπὶ μεδίμνῳ καὶ δε[κ]απέντε δραχμαῖς,
15 κηρυκεύσαντα τῆς ἐξ Ἀρείου πάγο[υ β]ουλῆς, κήρυκα
βουλῆς καὶ δήμου γενόμενον ἐπὶ δ[η]ναρίοις δυσί,
ἐπιμελητεύσαντα τῆς πόλεως, ἀγωνοθετήσαντα,
γυμνασιαρχήσαντα, στρατηγήσαντα, πρεσβεύσαντα
πολλάκις, Ἐλευσεινίαις θεαῖς εὐσεβείας ἕνεκεν.
19a               vac. 0.20
20 ἐπὶ ἱερείας Φλαουίας Λαοδαμείας τῆς Κλείτου Φλυέως θυγατρός.
Search Help