[ ] Att. — med. s. I a.
See also:
1        ἡ βουλὴ καὶ ὁ δῆμος
Μήδειον Μηδείου Πειραιέα τὸν ἐξηγητὴν
ἐκ τοῦ γένους τοῦ Εὐμολπιδῶν εὐσεβείας
ἕνεκα τῆς πρὸς τὼ θεὼ καὶ ἐπιμελείας καὶ
5 φιλοτιμίας τῆς περὶ τὴν ἐξήγησιν τῶν ἱερῶν
καὶ πατρίων Δήμητρι καὶ Κόρῃ ἀνέθηκαν.
6a            vac. 0.04
7 ἐπὶ ἱερείας Κλεοκρατείας τῆς Οἰνοφίλου Ἀφιδναίου θυγατρός.
Search Help
Contact Us