| 1 | νίκαν μὲν Πτολεμαίου ἐπώνυμοι Ἀτταλίδας τε |
| λαὸς ἕλεν φυλᾶς τ’ ἔκγονοι Ἁδριανοῦ | |
| Αἰγείδας τε φερεστέφανος Πανδειονίδαι τε | |
| αἷμα τ’ Ἐρεχθειδᾶν, κοῦροι ἐγερσιβόαι. | |
| 5 | ῥυθμοῖσιν δ’ ἕσποντο πολυπτύκτοις Ἀγαθοκλε<ῦ>ς, |
| ․․․σοις αὐλοβόαν Ζώσιμον ὀσσόμενοι. | |
| ․․5․․ ἆρχεν Ἀθανάοις, ἔντυνε δὲ μολπάν | |
| [χρησάμε]νος? ψαλμοῖς ἀμφικρότοισι Τρύφων. | |
| [ἄμφι δ’ Ἄγρων]ι? ἄνασσα Χοραγία, ἀμφὶ δὲ Νίκα | |
| 10 | [ἕσπετο οἱ κλει]νά τ’ Ἀγλαία τρίποδος. |
| vac. |
IG II²
3118