[ ] Att. — init. s. II a.
1 τόνδε νεώ σοι, ἄναξ, Διονύσιος εἵσατο τῆιδε
καὶ τέμενος θυόεν καὶ ξόαν’ εἴκελά σοι
καὶ πάντ’, οὐ πλοῦτον κρίνας πολυάργυρον αὔξειν
ἐν δόμωι ὡς τὸ σέβειν, Βάκχε, τὰ σοὶ νόμιμα.
5 [ἀ]νθ’ ὧν, ὦ Διόνυσ’, ὢν ἵλαος οἶκον ἅμ’ αὐτοῦ
[καὶ] γενεὴν σώιζοις πάντα τε σὸν θίασον.
Search Help