IG II² 2496
[ ] Att. — non-stoich. — post med. s. IV a.
1 ἀγαθεῖ τύχει· ἐπὶ Φιλιππίδου ἱερέ-
ως· κατὰ τάδε ἐμίσθωσαν Ἀντί-
μάχος Ἀμφιμάχου, Φειδόστρατος
Μνησιχάρου, Δημάρετος Λεωσθένο-
5 υ, Κτησίας Κτησιφῶντος, Κτήσιππος           anaglyphum
Κτησιφῶντος, Κτησιχάρης Κτησιφ-
ῶντος, Κτησίας Τιμοκράτου, Χαιρέα-
ς Μνησιχάρου Κυθηρίων οἱ μερῖται
τὸ ἐργαστήριον τὸ ἐν Πειραεῖ καὶ τ-
10 ὴν οἴκησιν τὴν προσοῦσαν αὐτῶι
καὶ τὸ οἰκημάτιον τὸ ἐπὶ τοῦ κοπρῶνος εἰς τὸν ἅπαντ-
α χρόνον Εὐκράτει Ἐξηκίου Ἀφιδναί<ω>ι δραχμῶν 𐅄𐅂𐅂𐅂𐅂 το-
ῦ ἐνιαυτοῦ ἑκάστου ἀτελὲς ἀπάντων, ἐφ’ ὧιτε διδόν-
αι τὰς {ς} μὲν ΔΔΔ ἐν τῶι Ἑκατονβαιῶνι τὰς δ’ εἴκοσι καὶ
15 τέτταρας ἐν τῶι Ποσιδεῶνι, ἐπισκευάσαι δὲ τά δεόμε-
να τοῦ ἐρ<γ>αστηρίου καὶ τῆς οἰκήσεως ἐν τῶι πρώτ-
ωι ἐνιαυτῶι· ἐάν δὲ μὴ ἀποδιδῶι τὴν μίσθωσιν κατὰ τὰ
γεγραμμένα ἢ μὴ ἐπισκευάζει, ὀφείλειν αὐτὸν τὸ διπ-
λάσιον καὶ ἀπιέναι Εὐκράτην ἐκ τοῦ ἐργαστηρίου μη-
20 θένα λόγον λέγοντα· ἐνγυητὴς τοῦ ποήσειν τὰ γεγρα-
μμένα Ἐξηκίας Ἀφιδναῖος ἐν τῶι χρόνωι τῶι γεγρα-
μμένωι· βεβαιοῦν δὲ τὴν μίσθωσιν Κυθηρίων τοὺς μερί-
τας Εὐκράτει καὶ τοῖς ἐγγ[όνοις] αὐτοῦ, εἰ δὲ μή, ὀφείλειν
δραχμὰς Χ· ἀναγράψαι δ[ὲ τ]άσδε τὰς συνθήκας Εὐ-
25 κράτην ἐν στήλει λιθίνει καὶ στῆσαι [παρὰ τ]ὸν ἥρω· ἐὰ-
ν δέ [τι]ς εἰσφορὰ γίγνηται ἢ ἄλλο τι ἀπ[ότ]εισμα τρό-
πωι ὁτ<ω>ιοῦν, εἰσφέρειν Εὐκράτην κατὰ τὸ τίμημα κα-
θ’ ἑπτὰ μνᾶς. θεοί.
                  vac.
Search Help
Contact Us