[ ]
Lokris, W. — Phaistinos — 166/5 and 165/4? BC
| a.1 | ἀγωνοθετέοντος Λύκωνος Φυσκέος, μηνὸς ἑβδόμου πεντεκαιδε- |
| [κ]άτῃ, ἐν ἐννόμῳ ἐκκλησίᾳ τᾶς πόλιος τῶν Εὐανθέων, ἀπέδοτο Εὐρύτιμος Εὐαν- | |
| θεύς, συνευδοκούσας καὶ τᾶς ματρὸς αὐτοῦ Κλεονίκας, τοῖ Ἀπόλλωνι τοῖ ἐμ Φαιστίνοι | |
| σῶμα γυναικεῖον, ἇι ὄνομα Εὐτυχίς, ἐπ’ ἐλευθερίᾳ τιμᾶς ἀ%⁸⁰ργυρίου μνᾶν πέντε. βεβαιωτὴρ | |
| 5 | κατὰ τὸν νόμον Ἀγέλαος Χαιρελάου. τὰν ὠνὰν φυλάσσοντι Διοίτας, Καλλίδαμος οἱ ἄρχον- |
| τες καὶ ἰδιώτας Μηνόδοτος. μάρτυροι οἱ πολῖται. | |
| 6a | {²intervallum c. 0.017m}² |
| b.7 | ἀγωνοθετέοντος Καλλικράτεος τοῦ Ἀντιγενείδα Φυσκέος, μηνὸς ἑβδό- |
| [μο]υ τριακάδι, ἀπέδοτο Εὐρύτιμος Οἰανθεύς, συνευδοκεούσας καὶ τᾶς ματρὸς | |
| [αὐ]τοῦ Κλεονίκας, τοῖ Ἀπόλλωνι τοῖ ἐμ Φαιστίνοι σῶμα γυναικεῖον, ἇι ὄνομα | |
| 10 | ․․․οσύνα, ἐπ’ ἐλευθερίαι τιμᾶς ἀργυρίου μνᾶν πέντε. βεβαιωτὴρ κατὰ τὸν |
| [νό]μον Δωρόθεος Πολεμάρχου. τὰν ὠνὰν φυλάσσοντι ο%⁸⁰ἱ ἄρ%⁸⁰χοντες Δαμόξε- | |
| [νος], Ἐπικράτης, Θοινίας. μάρτυροι οἱ πολῖται. |