[ ] Lokris, W. — Physkeis — 150-100 BC
1 ἀγωνοθετέ[ον]τος τῶν Λοκρῶν Εὐθυδά̣[μο]υ τοῦ Εὐξι-
τέλεος Τρειτέος, μηνὸς πέντου {²⁶πέμπτου}²⁶ ἀπέδοτο Ὠφελίων
Ὠφελίωνος Φυσκεὺς τᾶι Ἀθάναι τᾶι Ἰλιάδι σῶμα ἀνδρεῖ-
ον, οἷ ὄνομα Φιλέταιρος, τὸ γένος οἰκογενές, ἐπ’ ἐλευθερίαι
5 τειμᾶς ἀργυρίου ΜΜΜΜ. βεβαιωτὴρ κατὰ τὸν νόμον Ἀρμενισᾶς Κρι-
τολάου Φυσκεύς. παραμενέτω δὲ Φιλέταιρος παρὰ Ὠφελίωνα ποι-
ῶν τὸ ἐπιτασόμενον {²⁶ἐπιτασσόμενον}²⁶, ἕως κα ζῇ Ὠφελίων· εἰ δὲ κα μὴ παραμένῃ ἢ μὴ
ποιῇ τὸ ἐπιτασόμενον {²⁶ἐπιτασσόμενον}²⁶ ἢ ἄλλο τι ἀδικῇ Ὠφελίωνα̣, ἐξουσίαν ἐχέ-
τω Ὠφελίων ἐπιτειμέων Φιλέταιρον, καθ’ ὅν κα θέλῃ τρόπον,
10 καὶ ἄλλο<ς>, ὅν κα κελεύῃ Ὠφελίων· ἐπεὶ δὲ κα τελευτάσῃ Ὠφελί-
ων, ἱερὸς καὶ ἀνέφ<α>π<τ>ος καὶ ἐλεύθερος ἔστω Φιλέταιρος. τὰν ὠ-
νὰν φυλάσσοντι οἱ ἄρχοντες Ξενέας Κλεάνδρου, Λάμιος Ἀρ-
χύλου. μάρτυροι Πασέας Λυσιμ<ά>χου, Ξενότιμος Ἄνδρωνος,
Ἀρίστων Λύκωνος, Ἀρίστων Νικοβούλου, Τιμόμαχος Νικάν-
15 δρου, Τηλέμαχος Εὐσόφου.
χειρόγραφον Ἀρμενισᾶ τοῦ Κριτολάου Φυσκέος· γέγονα βε-
βαιωτὴρ κατασταθεὶς ὑπὸ Ὠφελίωνος τᾶι Ἀθάναι τᾶι Ἰλιάδι σώ-
ματος τοῦ ἐν τᾶι ὠνᾷ. γεγόναμεν μάρτυροι οἱ ἐν τᾶι ὠνᾶι.
Search Help
Contact Us