[ ] Lokris, W. — Naupaktos — ca. mid-2nd c. BC
1 γραμματεύοντος θεαροῖς ἐν
Ναυπάκτωι Πολυάρχου, μηνὸς Βου-
κατίου ἀπέδοτο Ἀμεινοκράτης Ἀ-
μεινοκλέα Βούττιος τοῖ Ἀσκλαπιοῖ τοῖ
5 ἐν Κρουνοῖς παιδάριον καὶ κορίδιον ἐ-
π’ ἐλευθερίαι, οἷς ὀνόματα Φρυνίων,
Σωτηρίχα, τὸ γένος οἰκογενῆ, τιμᾶς
ἀργυρίου 𐅇Μ {⁸6 minae}⁸. παραμεινάτω δὲ Φρυ-
νίων καὶ Σωτηρίχα παρὰ Ἀμεινοκρά-
10 τη, ἕως κα ζῇ Ἀμεινοκράτης, ποιοῦν-
τες τὸ ποτιτασσόμενον Ἀμεινο-
κράτει· εἰ δὲ μὴ ποιέοιν, ἀγώγιμο<ι> ὄν-
τω αὐτοῖ Ἀμεινοκράτει, ἄλλοι δὲ
μηθενί. προαποδότας κατὰ τὸν νό-
15 μον Λάμιος Ἀλεξομενοῦ Βούττιος.
τὰν ὠνὰν φυλάσσοντι Λάμιος
Λεοντομένεος, Λάμπις Γάστρω-
NOS *BOU/TTIOI. MA/RTUROI *)ALECIA/DAS,
Λύκων, Φίλων, Ἀγριάδας, Τίμαιος,
20 Νεαῖος, Ἁγήμων, Λέων, Μικκάδας.
Search Help
Contact Us