[ ]
Lokris, W. — Naupaktos — ca. mid-2nd c. BC
| 1 | γραμματεύοντος θεαροῖς ἐν |
| Ναυπάκτωι Πολυάρχου, μηνὸς Βου- | |
| κατίου ἀπέδοτο Ἀμεινοκράτης Ἀ- | |
| μεινοκλέα Βούττιος τοῖ Ἀσκλαπιοῖ τοῖ | |
| 5 | ἐν Κρουνοῖς παιδάριον καὶ κορίδιον ἐ- |
| π’ ἐλευθερίαι, οἷς ὀνόματα Φρυνίων, | |
| Σωτηρίχα, τὸ γένος οἰκογενῆ, τιμᾶς | |
| ἀργυρίου 𐅇Μ {⁸6 minae}⁸. παραμεινάτω δὲ Φρυ- | |
| νίων καὶ Σωτηρίχα παρὰ Ἀμεινοκρά- | |
| 10 | τη, ἕως κα ζῇ Ἀμεινοκράτης, ποιοῦν- |
| τες τὸ ποτιτασσόμενον Ἀμεινο- | |
| κράτει· εἰ δὲ μὴ ποιέοιν, ἀγώγιμο<ι> ὄν- | |
| τω αὐτοῖ Ἀμεινοκράτει, ἄλλοι δὲ | |
| μηθενί. προαποδότας κατὰ τὸν νό- | |
| 15 | μον Λάμιος Ἀλεξομενοῦ Βούττιος. |
| τὰν ὠνὰν φυλάσσοντι Λάμιος | |
| Λεοντομένεος, Λάμπις Γάστρω- | |
| νος Βούττιοι. μάρτυροι Ἀλεξιάδας, | |
| Λύκων, Φίλων, Ἀγριάδας, Τίμαιος, | |
| 20 | Νεαῖος, Ἁγήμων, Λέων, Μικκάδας. |