[ ]
Lokris, W. — Naupaktos — ca. 135/4 BC
1 | στρα̣ταγέοντος τῶν̣ Α̣ἰτ̣ω- |
λῶν Φύλακος τὸ εʹ, ἐν δὲ Ναυ- | |
πάκτοι γραμματέος θεαροῖ[ς] | |
Λεωνίδα, μηνὸς Διονυσίου ἀπ[έ]- | |
5 | δοτο Ἁγησίπ[π]α Φυλλαία, συν- |
ευδοκεόντων καὶ τῶν ὑῶν Ξε- | |
νοκράτεος, Ἁγεστ̣ρ̣άτου, τοῖ Ἀ- | |
σκλαπ̣ιοῖ τοῖ ἐν Κρουνοῖς ἐπ’ ἐλευ- | |
θερίαι σῶ[μ]α γυναικέον, ἇι [ὄ]νο- | |
10 | μα Σωσώ, οἰκογενῆ, τιμᾶς ἀργυ- |
ρίου Μ̣Μ. παραμεινάτω δὲ Σωσὼ | |
ἔτη δʹ, ὅσον μὲν κα χρόν%⁸⁰ον ζῇ Ἁγ[η]- | |
σίππα, παρ’ Ἀγη%⁸⁰σίππαν, τὸν δὲ λοι- | |
πὸν χρόνον τῶν δ’ ἐτέων μετὰ τὸ | |
15 | μεταλλάξαι Ἁγησίππαν παρὰ το[ὺς] |
ὑοὺς τοὺς Ἁγησίππας Ξενοκράτη | |
καὶ Ἁγέστρατον ποιοῦσα{ν} τὸ ἐπι- | |
τασσόμενον· εἰ δὲ μὴ παραμείν[ῃ] | |
Σωσὼ ἢ μὴ ποιῇ τὸ ἐπιτασσόμε- | |
20 | νον, καθὼς γέγραπται, ἅ τε ὠνὰ |
{ἅ τε ὠνὰ} ἀτελὴς ἔστω καὶ οἱ προαπο- | |
δόται μὴ βεβαιούντω. θρεψάτω δὲ | |
Σωσὼ ἐν τοῖ χρόνοι, οἷ δεῖ αὐτὰν πα- | |
ραμεῖναι, παιδάριον ἢ κορίδιον καὶ τὸ | |
25 | τραφὲν Ἁγησίππας καὶ τῶν ὑῶν ἔ- |
στω· εἰ δὲ μὴ τρέφει τὸ παιδίον, κα- | |
θὼς γέγραπται, ἀποτεισάτω Ξε- | |
νοκράτει καὶ Ἁγεστράτοι ἀργυρί[ου] | |
Μ. ἄρξει τῶν δ’ ἐτέων ὁ Διονύσ̣ι̣ο[ς] | |
30 | [μὴν ὁ ἐν τᾶι ὠνᾶι. προαποδόται ἐπὶ τοῖς προγεγραμ]μένοις Λέων Ναυπάκτιος, Στράτ[ων] |
[Ἁγήμονος Βούττιος. τὰν ὠνὰν φυλάσσοντι οἱ ἄρχοντες]. μάρτυροι Σατυρῖνος, Ἀριστόδαμο̣[ς], | |
— — — — — — — — — — — — — — — — — — — — — — — — {²vacat}² |