[ ]
Lokris, W. — Naupaktos — ca. 135/4 BC
| 1 | στρα̣ταγέοντος τῶν̣ Α̣ἰτ̣ω- |
| λῶν Φύλακος τὸ εʹ, ἐν δὲ Ναυ- | |
| πάκτοι γραμματέος θεαροῖ[ς] | |
| Λεωνίδα, μηνὸς Διονυσίου ἀπ[έ]- | |
| 5 | δοτο Ἁγησίπ[π]α Φυλλαία, συν- |
| ευδοκεόντων καὶ τῶν ὑῶν Ξε- | |
| νοκράτεος, Ἁγεστ̣ρ̣άτου, τοῖ Ἀ- | |
| σκλαπ̣ιοῖ τοῖ ἐν Κρουνοῖς ἐπ’ ἐλευ- | |
| θερίαι σῶ[μ]α γυναικέον, ἇι [ὄ]νο- | |
| 10 | μα Σωσώ, οἰκογενῆ, τιμᾶς ἀργυ- |
| ρίου Μ̣Μ. παραμεινάτω δὲ Σωσὼ | |
| ἔτη δʹ, ὅσον μὲν κα χρόν%⁸⁰ον ζῇ Ἁγ[η]- | |
| σίππα, παρ’ Ἀγη%⁸⁰σίππαν, τὸν δὲ λοι- | |
| πὸν χρόνον τῶν δ’ ἐτέων μετὰ τὸ | |
| 15 | μεταλλάξαι Ἁγησίππαν παρὰ το[ὺς] |
| ὑοὺς τοὺς Ἁγησίππας Ξενοκράτη | |
| καὶ Ἁγέστρατον ποιοῦσα{ν} τὸ ἐπι- | |
| τασσόμενον· εἰ δὲ μὴ παραμείν[ῃ] | |
| Σωσὼ ἢ μὴ ποιῇ τὸ ἐπιτασσόμε- | |
| 20 | νον, καθὼς γέγραπται, ἅ τε ὠνὰ |
| {ἅ τε ὠνὰ} ἀτελὴς ἔστω καὶ οἱ προαπο- | |
| δόται μὴ βεβαιούντω. θρεψάτω δὲ | |
| Σωσὼ ἐν τοῖ χρόνοι, οἷ δεῖ αὐτὰν πα- | |
| ραμεῖναι, παιδάριον ἢ κορίδιον καὶ τὸ | |
| 25 | τραφὲν Ἁγησίππας καὶ τῶν ὑῶν ἔ- |
| στω· εἰ δὲ μὴ τρέφει τὸ παιδίον, κα- | |
| θὼς γέγραπται, ἀποτεισάτω Ξε- | |
| νοκράτει καὶ Ἁγεστράτοι ἀργυρί[ου] | |
| Μ. ἄρξει τῶν δ’ ἐτέων ὁ Διονύσ̣ι̣ο[ς] | |
| 30 | [μὴν ὁ ἐν τᾶι ὠνᾶι. προαποδόται ἐπὶ τοῖς προγεγραμ]μένοις Λέων Ναυπάκτιος, Στράτ[ων] |
| [Ἁγήμονος Βούττιος. τὰν ὠνὰν φυλάσσοντι οἱ ἄρχοντες]. μάρτυροι Σατυρῖνος, Ἀριστόδαμο̣[ς], | |
| — — — — — — — — — — — — — — — — — — — — — — — — {²vacat}² |