IG IX,1² 3:639,6
[ ] Lokris, W. — Naupaktos — ca. mid-2nd c. BC
1 γραμματεύοντος θεαροῖς
ἐν Ναυπάκτοι Πυθοδώρου, μη-
νὸς Ἑρμαίου Ἑλλάνικος Λα-
μίου Βούττιος ἀπέδοτο, συνευ-
5 δοκεούσας καὶ τᾶς θυγατρὸς
αὐτοῦ Ξεναίνας, ἐπ’ ἐλευθερί-
αι τοῖ Ἀσκλαπιοῖ τοῖ ἐν Κρου-
νοῖς σώματα ἀνδρεῖα δύο, οἷς
ὀνόμοτα Μακεδών, Β̣ῶλος, γέ-
10 νος Μακεδὼν μὲν Ἀμφιπολί-
τας, Βῶλος δὲ οἰκογενής, καὶ γυ-
ναικεῖον, ἇι ὄνομα Ἀγαθώ, γένος
οἰκογενές, τιμᾶς ἕκαστον
τούτων Μακεδόνα μὲν ἀργυρί-
15 ου μνᾶν 𐅇Μ {⁸6 minae}⁸, Βῶλον δὲ ἀργυρί-
ου μ̣(νᾶν) 𐅇ΜΜ {⁸7 minae}⁸, Ἀγαθὼ δὲ ἀργυρίου
μνᾶν 𐅇ΜΜΜΜ {⁸9 minae}⁸. προαποδότας
κατὰ τὸν νόμον Ἁγήμων Εὐξε-
νίδα Βούττιος. μάρτυροι Λυκί-
20 σκος Θράσωνος, Φαλακρίων
Καλλιάδα, Λάμιος Εὐξενίδα,
Δαμέας, Λύκιος Λαμίου, Στράτων
Ἁγήμονος, Λυκίσκος, Ἀσκλαπιά-
δας Βούττιοι, Ἀρίσταρχος Εὐσθέ-
25 νεος, Μενέμαχος Μένωνος,
[Δ]αμοκράτης, Μεγιστότιμος,
Π̣αρμενίδας Ναυπάκτιοι. τὰν ὠ-
νὰν φυλάσσει Λάμιος Εὐξενί-
δα Βούττιος, Κλέανδρος Δαμο-
30 κράτ%⁸⁰εος.
Search Help
Contact Us