[ ] Lokris, W. — Naupaktos — ca. mid-2nd c. BC
1 γραμματεύοντος θεαροῖς ἐν Ναυπά-
 κτωι Ἀριστοκράτεος τοῦ Παρμενείδα,
 μηνὸς Ἀθαναίου, ἐπὶ δὲ ἀρχόντων ἐν
 Βουττοῖ Ἀλεξιάδα, Τιμαίου ἀπέδ%⁸⁰οντο
5  Ἀνδρὼ Ἀριστάρχου, Ἀνδρὼ Οἰκιάδα Φυλλα-
 ῖαι σῶμα ἀνδρεῖον, οἷ ὄνομα Κόσμος, τὸ γέ-
 νος Θρᾶικα τοῖ Ἀσκλαπιοῖ τοῖ ἐν Κρουνοῖς
 ἀργυρίου μνᾶν τριῶ̣ν ἐπ’ ἐλευθερίαι. βε-
 βαιωτῆρες κατὰ τὸν νόμον Σάτυρος Ἀρι-
10  στοβούλου, Ἀντίοχος Φυλλαῖοι. μάρτυροι
 Τείσων, Ἀρίστων, Θαρσύας, Ἀριστόβουλος,
 Ἀκρίσιος, Νείκαρχος, Παυσανίας Φυλλαῖοι,
 Ἀλεξιάδας Βούττιος, Λέων Θαιῖος. τὰν
 ὠνὰν φυλάσσοντι Ἀλεξιάδας Βούττιος,
15  Ἀρίστων̣ Φυλλαῖος.
Search Help