[ ] Lokris, W. — Naupaktos — ca. 153/2 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Τριχᾶ Στρα-
   τίου βʹ, ἐν δὲ Βουττοῖ ἄρχοντος Λαμίου
   τοῦ Ἀλεξομενοῦ, μηνὸς Εὐθυαίου ἀπέ-
   δοτο Μικκίων Βούττιος τοῖ Ἀσκλαπιοῖ
5    τοῖ ἐν Κρουνοῖς σῶμα ἀνδρεῖον, οἷ ὄνο-
   μα Φιλόξενος, τὸ γένος Ἀμφίλοχον,
   τιμᾶς ἀργυρίου ΜΜΜΜ. βεβαιωτὴρ
   κατὰ τὸν νόμον Λάμιος Λεοντομένε-
   ος Βούττιος. παραμενέτω δὲ Φιλόξε-
10    νος παρὰ Μικκίωνα, ἇς κα ζῇ Μικκίων,
   ποιῶν τὸ ποτιτασσόμενον· εἰ δὲ μὴ ποέ-
   οι, ἀτελὴς ἁ ὠνὰ ἔστω· εἰ δέ τί κα πάθῃ
   Μικκίων, τόκα ἁ ὠνὰ κυρία ἔστω καὶ
   ὁ βεβαιωτὴρ βεβαιούτω τοῖ Ἀσκλαπιοῖ.
15    μάρτυροι Μένων, Φίλων, Νεαῖος,
   ․․․ος, Σκορπίων, Εὐριπίδας Βούττιοι,
   Σάτυρος, Ἀντικράτης, Πολύξενος,
   Πολύαρχος Ναυπάκτιοι. τὰν ὠνὰν
   φυλάσσοντι Λάμιος ὁ ἄρχων, Δα-
20    μόξενος Βούττιοι.
   Ἀρίστων, Παυσανίας,
 Εὔι̣ος, Λέων Φυλλαῖοι, Ἡγήτωρ.
Search Help