[ ] Elis — Olympia — 216 BC — Hermes 85.1957.86ff.
1 ἀγαθᾶι τύχαι. ἐπὶ στραταγοῦ τῶν Ἀκαρνάνων Διογένεος τοῦ
Λ̣έοντος, ἱππάρχου δὲ Ἐχεδάμου τοῦ Μνασιλόχου, ναυ̣άρχου δὲ Ἀ-
θηνογένεος τοῦ Διογένεος Λευκαδίων, γραμματέων δὲ τᾶι μὲν
βουλᾶι Σίμωνος τοῦ Εὐάρχου Φοκρεᾶνος, τοῖς δὲ ἄρχουσι Φαίακος
5 τοῦ Ἐχεμένεος Λευκαδίου, προμνάμονος δὲ Νικία τοῦ Μνάσω-
νος Κορονταίου· v ἐπειδὴ ποτιπορευθέντων Διογένεός τε τοῦ στρα-
ταγοῦ καὶ τῶν συναρχόντων καὶ ἀπολογιζομένων, ὅτι συμβ̣αίνει
τ̣ὰμ μὲμ πόλιν τῶν Ἀνακτοριέων ἐξαδυνατεῖν τοῦ προτιθέμεν
τὰς Ἀκτιάδας παρὰ τὸ γεγενῆσθαι κατὰ τοὺς πρότερον χρό-
10 νους ἐν δυσχερεῖ διαθέσει μεγάλων περιστάνπων τὰν Ἀκαρ-
νανίαν πολέμω̣ν, συμφέρον δ’ ἐστὶ καὶ τελέως ἔνδοξον τῶι
ἔθνει παραγεγονότων εἰς τὰμ βελτίσταν κατάστασιν τῶμ̣
πραγμάτων τάν τε ποτὶ τὸ θεῖον ὁσιότατα πολλῶι μᾶλλον συν-
αύξειν καὶ σκέπτεσθαι, δι’ οὗ τρόπου κοινοῦ γενομένου τοῦ ἱεροῦ
15 τοῦ Ἀπόλλωνος τοῦ Ἀκτίου συντελεσθησεῖται τῶι θεῶι πάντα τὰ
τίμια, ἐφάνη τοῖς Ἀκαρνᾶσι πρεσβευτὰς ἀποστείλαι ποτὶ τὰμ πό-
λιν τῶν Ἀνακτοριέων περὶ τοῦ Ἀκτίου τούς τε κοινοὺς ἄρχοντας καὶ μετὰ
τ̣ο̣ύτων Σωτίωνα Ἀλεξάνδρου, Ἀγαπάνορα Πυρρίχου, Αἰσχρίωνα Κλεω-
ν̣ύμ̣[ου], Χαροπίδα̣ν Νικάνδρου, Γλαυκῖνον Διοφάντου Θυρρείους, Ἐπί-
20 στρατον Φιλίστου, Βιάνορα Θάλωνος Λευκαδίους, Μνασίθ̣ε̣-
ον Ἱππία, Χρέμαν Δράκοντος, Αἰσχίναν Τελέστα Μεδιωνίους, Ἀρισ̣[το]-
μ̣έ̣ν̣η Μεννεία Ἀλύζειον· ὧγ καὶ παρακαλούντων τοὺς Ἀνακτο[ριεῖς]
κ̣α̣τὰ τὰς δοθείσας αὐτοῖς ἐντολὰς ἐπιχωρῆσαι τοῦ κ̣ο[ινὸν]
εἶμεν τὸ ἱερὸν πάντων τῶν Ἀκαρνάνων, ὅπως τυγχάνῃ τᾶς ποθ̣η-
25 κούσας ἐπιμελείας διεξαγομένων τῶν τε ἀγώνων καὶ τᾶς πανα-
γύριος κατὰ τὰ πάτρια, συνεχώρησαν οἱ Ἀνακτοριεῖς ἐπὶ τοῖσδε, ὥσ-
τε ἐπισκευάζειν τοὺς Ἀκαρνᾶνας τὸ ἱερὸν καὶ ἀναλίσκειν,
ὅσα κα δῇ, εἲς τε τοὺς ἀγῶνας καὶ τὰς θυσίας καὶ εἰς τὰμ πανάγυ-
ριν μηθὲν καταδεέστερον ποιοῦνπας τῶμ πρότερον ὑπὸ τᾶς πόλιος δι-
30 ο̣ικ̣ουμένων· περὶ δὲ τᾶς μισθώσιος τῶν αὐλητᾶν γίνεσθαι, καθώς κα τοῖς
Ἀκαρνᾶσι δόξῃ· τᾶς δὲ πεντηκοστᾶς καὶ τῶν λοιπῶν τελέων ἁπάντων
[τ]ῶγ γινομένων ἐν τᾶι παναγύρει καὶ τῶν ἄλλων τῶμ πιπτόντων ἐκ τᾶς
[τ]ῶν σωμάτων πωλήσιος τὰ μὲν ἥμισα τῶν Ἀκαρνάνων εἶμεν, τὰ δὲ ἥμισα
[τᾶ]ς̣ πόλιος τῶν Ἀνακτοριέων· πεντηκοστολόγους δὲ παρ’ ἑκατέρων εἶμεν
35 [τέσ]σ̣αρας καὶ γραμματεῖς τοὺς ἴσους, ἀγορανόμους δὲ παρὰ̣ μὲν τῶν Ἀκαρνάνων
[ἕνα, παρὰ δὲ] τᾶς πόλιος ἕνα· ὅσα δὲ κέκτηνται οἱ Ἀνακτοριεῖς ἱερὰ χρήματα τοῦ Ἀπόλλω-
ος τοῦ Ἀκτίου] ἢ ἀναθέματα πρ[ὸ] τ̣οῦ τ̣ὰν ὁμολογίαν γραφῆμεν, ὑπ̣άρχειν αὐτοῖς ἴδια, τὰ δὲ
[ἐν τῶι μετὰ ταῦτα χρόνωι] ἀ̣να̣τ̣ε̣θέντα τῶν̣ Ἀκαρνάνω̣ν εἶ̣μεν· τὸ̣ δὲ̣ Ἑλένειον κα[ὶ]
[τὰ ․․․c.9․․․]οντα ἐν τ̣[ῶι ἄ]λ̣σει κατεσκευασμένα τᾶς πό<λ>ιος τῶν Ἀνα-
40 [κτοριέων εἶμ]ε̣ν καὶ τὰς παρεμβολὰς τᾶν τε πολίων καὶ τ̣ῶ̣ν̣ [ἐ]θνέων μένε̣[ι]ν
[καθότι καὶ ἐξ ἀ]ρχᾶς· πομπεύειν δὲ πρῶτομ μὲν τὰν [․․․․․c.15․․․․․․]ον
[․․․․c.13․․․․․] Ἀ̣νακ̣τορίου καὶ το[ὺς ․․․]ίους, <κ>α̣[θ]ώς̣ κα ὁ ἱ[ε]ραπό̣λ̣ος τάξ̣ῃ, φ̣ορεῖν τὸν
[․․․․c.13․․․․․] οἱ Ἀνακ̣τ̣ο̣ριε̣[ῖς ․2-3․]ν καὶ τὰγ κόμαν τρέφει̣ν· κυρίους δὲ εἶμεν τοὺς
[Ἀνακτοριεῖς τῶ]ν τε λιμ̣έ[ν]ω̣ν καὶ τᾶν λοιπᾶν πο[θ]όδων ἁπασᾶν πλὰν τῶν ἐν
45 [αὐτᾶι τᾶι παναγύρε]ι̣ πιπτόντων τελέων ἐκ τᾶς Ἀκτιάδος· τιθέμεν δὲ τὸ κοι-
[νὸν τῶν Ἀκαρνά]νων τοῦς ἀγῶνας ἐπ’ Ἀκτίωι καθ’ ἕκαστον ἐνιαυτόν, εἴ̣ κα μή τι
[διὰ πόλεμο]ν ἢ διὰ στρατόπεδον φίλιον ἀδύνατον γένηται· εἰ δέ τι συμβαίη τούτων
[ἢ καὶ] ἄ̣λλως πως μὴ δυνατὸν εἶμεν δοκοῖ βουλευομένοις τοῖς τε Ἀκαρνᾶσι καὶ
τᾶι πόλει τῶν Ἀνακτοριέων, συντελεῖσθαι τὰμ πανάγυριν ἐν Ἀνακτορίωι, καθὼς κ̣αὶ
50 ο̣ἱ Ἀνακτοριεῖς ἄγοσαν· μὴ ἐπιτελούντων δὲ τῶν Ἀκαρνάνων, [ὃ]ν τρόπον γέ-
γραπται, τᾶς πόλιος τῶ̣ν Ἀνακτοριέων τὸ ἱερὸν εἶμεν καθότι καὶ τὸ ἐξ ἀρχᾶς
καὶ τὰ ἀνατεθέντα χρήματα τῶι θεῶι διαμένειν· ἔδοξε τᾶι βουλᾶι καὶ τῶι
κοινῶι τῶν Ἀκαρνάνων· τάν τε πόλιν τῶν Ἀνακτοριέων ἐπαινέσαι καὶ συναύ-
ξειν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Ἀκτίου, καθὼς οἵ τε ἄρχοντες παρεκάλουν
55 καὶ ἁ πόλις ἐπεχώρησε, χαριστήρια ἀποδιδόντας τῶγ γεγονότων εὐαμε-
ρημάτων τῶι ἔθνει, ὅπως φαίνηται τὸ πλῆθος τῶν Ἀκαρνάνων παρὰ πᾶν τὸγ
χρόνον εὐσεβῶς μὲν τὰ ποτὶ τοὺς θεοὺς διεξ̣ά̣γειν, καλῶς [δ][κ]αὶ τῶμ προ̣γό-
νων καταξίως ποτὶ τοὺς συγγενεῖς καὶ φίλους πολιτεύειν̣· [ἃ δ][ο][Ἀ]κ̣αρν̣ᾶν̣[ε]ς̣ θε̣[ῖ]-
εν χρήματα εἰς τὰν ἐπανόρθωσιν τοῦ ἱεροῦ, μὴ καταναλίσκειν τοὺς ταμί-
60 ας μηδὲ τοὺς ἄρχοντας εἰς ἄλλο μηθὲν ἀλλ’ εἰς ἐπισκευὰν τοῦ ἱεροῦ καὶ ἀ-
ναθέματα τῶι θεῶι· ἀναγραφῆμεν δὲ καὶ εἰστάλας τό τε ψάφισμα καὶ τὰ <κατα>κεχω-
ρισμένα ἐν αὐτῶι ὁμόλογα συνθεμένων τῶν αἱρεθ̣έντων παρὰ μὲν τῶν Ἀκαρ-
νάνων Διογένεος, Ἐχεδάμου, Ἀθηνογένεος, Φαίακος, Ἐπιστράτου Λευκαδίων, Σί-
μωνος Φοκρεᾶνος, Σωτίωνος, Εὐάλκου, Γλαυκίνου Θυρρείων, Ἀριστομένεος Ἀλυ-
65 ζείου, παρὰ δὲ τᾶς πόλιος τῶν Ἀνακτοριέων Ἵππωνος, Εὐδάμου, Πτολεμ[α]ίου,
[λ]λαν<ί>κου{ς}, Σωτίωνος καὶ ἀνατεθῆμεν τὰμ μὲν μίαν στάλαν ἐπ’ Ἀκ̣τίωι,
τὰν δὲ ἄλλαν ἐν Ὀλυμπίαι· τὸ δὲ ἀνάλωμα εἰς ταῦτα ἐκ τοῦ κοινοῦ δοθῆ-
μεν· ποτὶ δὲ τοὺς ἀγῶνας καὶ τὰμ πανάγυριν καὶ τὸ καθόλου περ̣[ὶ] τ̣ῶγ κατὰ
τὰς Ἀκτιάδας χρῆσθαι τοὺς Ἀκαρνᾶνας τοῖς ἱεροῖς νόμοις, οὓς εἷλ̣ε ἁ
70 πόλις τῶν Ἀνακτοριέων, καθὼς διώρθωσαν οἱ παρ’ ἑκατέρων· κ̣ύρι-
α δὲ εἶμεν τὰ κατακεχωρισμένα ἐν τᾶι στάλαι καὶ μήτε νόμωι μήτε ψ̣α-
φ[ί]σματι λύεσθαι τῶν ἀναγεγραμμένων μηθέν· εἰ δέ τις ψά̣φ̣ι̣σμά̣ τι ἢ [νό]-
μον γράψαι ἢ ἄλλως πως ἐπιχειροῖ διακόψαι τὰ συνκ̣είμενα, εἰ̣ μὲμ πόλις, ἀπο̣-
τεισάτω μνᾶς πεντακοσίας, εἰ δὲ ἔτας, ἀποθνασκέτω κριθεὶς ἐν τῶι
75 δ[ι]καστηρίωι καὶ ὁ νόμος καὶ τὸ ψάφισμα ἀτελὲς ἔστω· v τοὺς δὲ ἱε[ρο]ὺς
νόμους ἐξέστω διορθοῖν, ἐπεί κα νομοθ̣εσία καθίκῃ, μηθὲν ὑπεναντ̣ίον
τοῖς ἐν τᾶι στάλαι καταγράφοντας τ[— — —].
Search Help
Contact Us