[ ] Akarnania — Actium — mid-2nd c. BC
a.1 [ἐπὶ ἱεραπόλου τῶι Ἀπόλλωνι τῶι Ἀκτίωι — — — τοῦ — — — {²ethnicum}²],
[προ]μνάμονος δὲ Εὐρυλόχου τοῦ Ἁγησάρχου Ἀστακηνοῦ, [συμπρομναμόνων δὲ — — — τοῦ — — —]
[Ἀν]ακτοριέος, Φίλωνος τοῦ Ἄρκου Μεδιωνίου, Ἐπαμίωνος [τοῦ — — — {²ethnicum}², γραμματέος]
[δὲ τ]ᾶς βουλᾶς Δείνωνος τοῦ Δεινομάχου Ματροπολίτα, μηνὸς Βο[υκατίου, — — — — —]
5 [․2-3․] Συνάρχου(?) Μεδιώνιος· ἐπειδὴ Διογένης Διογένους Περγαμηνὸς ἐνδαμήσας εἰς τὰς πόλ[εις]
[τᾶς] Ἀκαρνανίας, τάν τε ἐνδαμίαν καὶ ἀναστροφὰν ἐποήσατο ἀξίως μὲν αὐτοσαυτοῦ, ἀξίως δὲ τᾶς
πατρίδος ἔν τε τῶι ἐπιταδεύματι ἀνεστράφη καλῶς καὶ δικαίως εἰς πάντα αὐτοσαυτὸν ἐπι[δι]-
δοὺς ἀπροφασίστως, ὁμοίως δὲ καὶ ἐπὶ ξένας ἐμ Μακεδονίαι τοῖς ἀποσταλεῖσι πρεσβευταῖς παρ<ῆ>ς καὶ
προσανέθετο τὰς χρείας τοῖς εἰς ἀρρωστίαν ἐμπεσοῦσιν ἄνευ μισθοῦ δοκιμασίαν ποιούμενος
10 [τᾶς] αὐτοσαυ[τοῦ ποτὶ τὸ ἔθνος] ἁμῶν εὐνοίας· v ὅθεν δεδόχθαι τᾶ[ι βου]λᾶι καὶ τοῖ κοινοῖ τῶν Ἀκαρνά-
[νων· ἐπαινέσαι Διογένη Διογέ]νους v Περγαμηνὸν ἐπί τε τᾶι κατὰ [τὸ ἐπι]τάδευμα φιλοπονίαι καὶ τέ-
[χναι καὶ τᾶι ἀναστροφᾶι, ἃν πεπ]οίηται καλῶς καὶ εὐσχημόνως· πρόξ[ενον δ]ὲ εἶμεν Διογένη Διογένους
[Περγαμηνὸν καὶ εὐεργέταν εἰ]ς τὸμ πάντα χρόνον τοῦ κοινοῦ τῶν Ἀκ[αρνάν]ων καὶ ὑπάρχειν αὐτῶι ἐν Ἀ-
[καρνανίαι ἀτέλειαν καὶ ἐντέλει]αν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμ[ου καὶ] εἰράνας καὶ γᾶς καὶ οἰκίας ἔν-
15 [κτησιν καὶ τὰ ἄλλα φιλάνθρ]ωπα πάντα, ὅσα καὶ τοῖς [λοιποῖς] προξέ[νοις κ]αὶ εὐεργέταις τοῦ κοινοῦ
[τῶν Ἀκαρνάνων ὑπάρχει].
              {²intervallum unius versus}²
b.17 ἐπὶ ἱεραπόλου τῶι Ἀπόλλωνι τῶι Ἀκτίωι Γάστρου τοῦ Ἄνδρωνος Οἰνιάδα, προμνάμονος δὲ
τῶν Ἀκαρνάνων Φιλησίου τοῦ Θράσωνος Ἀλυζείου, γραμματέος δὲ βουλᾶς Νικία
τοῦ Βαθύου Κορονταίου ἔδοξε τῶι κοινῶι τῶν Ἀκαρνάνων· πρόξενον εἶμεν καὶ εὐεργέταν τῶν Ἀκαρ-
20 νάνων τὸν πάντα χρόνον Ἐπιγένη Πασίωνος Κορκυραῖον καὶ αὐτὸν καὶ ἐκγόνους καὶ ὑπάρχειν αὐτῶι καὶ
ἀτέλειαν καὶ ἐντέλειαν καὶ ἀσφάλειαγ καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰράνας καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν
καὶ τὰ ἄλλα τίμια, ὅσα καὶ τοῖς λοιποῖς προξένοις τῶν Ἀκαρνάνων ὑπάρχει.
Search Help
Contact Us