[ ]
Akarnania — Actium — mid-2nd c. BC
| a.1 | [ἐπὶ ἱεραπόλου τῶι Ἀπόλλωνι τῶι Ἀκτίωι — — — τοῦ — — — {²ethnicum}²], |
| [προ]μνάμονος δὲ Εὐρυλόχου τοῦ Ἁγησάρχου Ἀστακηνοῦ, [συμπρομναμόνων δὲ — — — τοῦ — — —] | |
| [Ἀν]ακτοριέος, Φίλωνος τοῦ Ἄρκου Μεδιωνίου, Ἐπαμίωνος [τοῦ — — — {²ethnicum}², γραμματέος] | |
| [δὲ τ]ᾶς βουλᾶς Δείνωνος τοῦ Δεινομάχου Ματροπολίτα, μηνὸς Βο[υκατίου, — — — — —] | |
| 5 | [․2-3․] Συνάρχου(?) Μεδιώνιος· ἐπειδὴ Διογένης Διογένους Περγαμηνὸς ἐνδαμήσας εἰς τὰς πόλ[εις] |
| [τᾶς] Ἀκαρνανίας, τάν τε ἐνδαμίαν καὶ ἀναστροφὰν ἐποήσατο ἀξίως μὲν αὐτοσαυτοῦ, ἀξίως δὲ τᾶς | |
| πατρίδος ἔν τε τῶι ἐπιταδεύματι ἀνεστράφη καλῶς καὶ δικαίως εἰς πάντα αὐτοσαυτὸν ἐπι[δι]- | |
| δοὺς ἀπροφασίστως, ὁμοίως δὲ καὶ ἐπὶ ξένας ἐμ Μακεδονίαι τοῖς ἀποσταλεῖσι πρεσβευταῖς παρ<ῆ>ς καὶ | |
| προσανέθετο τὰς χρείας τοῖς εἰς ἀρρωστίαν ἐμπεσοῦσιν ἄνευ μισθοῦ δοκιμασίαν ποιούμενος | |
| 10 | [τᾶς] αὐτοσαυ[τοῦ ποτὶ τὸ ἔθνος] ἁμῶν εὐνοίας· v ὅθεν δεδόχθαι τᾶ[ι βου]λᾶι καὶ τοῖ κοινοῖ τῶν Ἀκαρνά- |
| [νων· ἐπαινέσαι Διογένη Διογέ]νους v Περγαμηνὸν ἐπί τε τᾶι κατὰ [τὸ ἐπι]τάδευμα φιλοπονίαι καὶ τέ- | |
| [χναι καὶ τᾶι ἀναστροφᾶι, ἃν πεπ]οίηται καλῶς καὶ εὐσχημόνως· πρόξ[ενον δ]ὲ εἶμεν Διογένη Διογένους | |
| [Περγαμηνὸν καὶ εὐεργέταν εἰ]ς τὸμ πάντα χρόνον τοῦ κοινοῦ τῶν Ἀκ[αρνάν]ων καὶ ὑπάρχειν αὐτῶι ἐν Ἀ- | |
| [καρνανίαι ἀτέλειαν καὶ ἐντέλει]αν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμ[ου καὶ] εἰράνας καὶ γᾶς καὶ οἰκίας ἔν- | |
| 15 | [κτησιν καὶ τὰ ἄλλα φιλάνθρ]ωπα πάντα, ὅσα καὶ τοῖς [λοιποῖς] προξέ[νοις κ]αὶ εὐεργέταις τοῦ κοινοῦ |
| [τῶν Ἀκαρνάνων ὑπάρχει]. | |
| {²intervallum unius versus}² | |
| b.17 | ἐπὶ ἱεραπόλου τῶι Ἀπόλλωνι τῶι Ἀκτίωι Γάστρου τοῦ Ἄνδρωνος Οἰνιάδα, προμνάμονος δὲ |
| τῶν Ἀκαρνάνων Φιλησίου τοῦ Θράσωνος Ἀλυζείου, γραμματέος δὲ βουλᾶς Νικία | |
| τοῦ Βαθύου Κορονταίου ἔδοξε τῶι κοινῶι τῶν Ἀκαρνάνων· πρόξενον εἶμεν καὶ εὐεργέταν τῶν Ἀκαρ- | |
| 20 | νάνων τὸν πάντα χρόνον Ἐπιγένη Πασίωνος Κορκυραῖον καὶ αὐτὸν καὶ ἐκγόνους καὶ ὑπάρχειν αὐτῶι καὶ |
| ἀτέλειαν καὶ ἐντέλειαν καὶ ἀσφάλειαγ καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰράνας καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν | |
| καὶ τὰ ἄλλα τίμια, ὅσα καὶ τοῖς λοιποῖς προξένοις τῶν Ἀκαρνάνων ὑπάρχει. |