[ ]
Akarnania — Actium — mid-2nd c. BC
| a.1 | ἐπ’ ἱεραπόλου τῶι Ἀπόλλωνι τῶι Ἀκτίωι Φιλ[ή]μονος, |
| προμνάμονος δὲ Ἁγήτα τοῦ Νικία Ἀλυ<ζ>είου, | |
| συμπρομναμόνων δὲ Ναυσιμάχου τοῦ Ἀριστοκλέ- | |
| ος Ἀστακοῦ, Φιλοξένου τοῦ Ἡρακλείτου Φοιτιᾶνος, | |
| 5 | γραμματέος δὲ τᾶι βουλᾶι Προίτου τοῦ Διοπείθεος |
| Ματροπολίτα, Κουροτρόπου, ἔδοξε τᾶι βουλᾶι καὶ | |
| τῶι κοινῶι τῶν Ἀκαρνάνων· προξένους εἶμεν | |
| καὶ εὐεργέτας τοῦ κοινοῦ τῶν Ἀκαρνάνων κατὰ | |
| τὸν νόμον Ἀγασίαν Ὀλυμπίωνος Πατρῆ, Πόπλιον, | |
| 10 | Λεύκιον τοὺς Ποπλίου Ἀκιλίους Ῥωμαί- |
| ους καὶ εἶμεν αὐτοῖς | |
| καὶ ἐκγόνοις ἐν Ἀκαρνανίαι ἀσφάλειαν καὶ αὐτοῖς | |
| καὶ χρήμασι καὶ κατὰ γᾶν καὶ κατὰ θάλασσαν καὶ | |
| πολέμου καὶ εἰράνας καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν | |
| 15 | καὶ τὰ ἄλλα τίμια καὶ φιλάνθρωπα πάντα, ὅσα καὶ τοῖς |
| ἄλλοις προξένοις καὶ εὐεργέταις τοῦ κοινοῦ τῶν | |
| Ἀκαρνάνων ὑπάρχει. | |
| b.18 | ἐπὶ στρα[ταγοῦ τῶν Ἀκαρνάνων — — — — — — — — — —]- |
| ωνος Οἰν[ιάδα, — — — — — — — — — — — — — — — — —]- | |
| 20 | χου τοῦ [— — — — —, (μηνὸς) — — — — — — — — — —], |
| ἔδοξε τᾶ[ι βουλᾶι καὶ τῶι κοινῶι τῶν Ἀκαρνάνων· προξέ]- | |
| νους ε[ἶμεν καὶ εὐεργέτας τοῦ κοινοῦ τῶν Ἀκαρ]- | |
| νάνων [κατὰ τὸν νόμον — — — — — — — — — — — —] | |
| Παυσαν[ία — — — καὶ εἶμεν αὐτοῖς καὶ ἐκγόνοις] | |
| 25 | ἐν Ἀκαρ[νανίαι ἀσφάλειαν καὶ αὐτοῖς καὶ χρήμασι] |
| καὶ κατ[ὰ γᾶν καὶ κατὰ θάλασσαν καὶ πολέμου καὶ] | |
| εἰράνας [καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν καὶ τὰ ἄλλα τί]- | |
| μια καὶ φ[ιλάνθρωπα πάντα, ὅσα καὶ τοῖς ἄλλοις προξέ]- | |
| νοις κα[ὶ εὐεργέταις τοῦ κοινοῦ τῶν Ἀκαρ]- | |
| 30 | νάνω[ν ὑπάρχει]. |
| c.31 | ἐπ’ ἰεραπόλ[ου τῶι Ἀπόλλωνι τῶι Ἀκτίωι Φιλήμονος, προμνάμο]- |
| νος δὲ [Ἁγήτα τοῦ Νικία Ἀλυζείου, συμπρομναμόνων δὲ] | |
| Ναυσιμ[άχου τοῦ Ἀριστοκλέος Ἀστακοῦ, Φιλοξένου τοῦ Ἡ]- | |
| ρακλείτο[υ Φοιτιᾶνος, γραμματέος δὲ τᾶι βουλᾶι Προίτου τοῦ] | |
| 35 | <Δ>ιοπεί[θεος Ματροπολίτα, (μηνὸς) — —, ἔδοξε τᾶι βουλᾶι καὶ τῶ]- |
| ι κοινῶι τ[ῶν Ἀκαρνάνων· προξένους εἶμεν καὶ εὐεργέτας τοῦ κοι]- | |
| νοῦ τ[ῶν Ἀκαρνάνων κατὰ τὸν νόμον — — — — — — — — — —], | |
| Ἐμμε[νίδαν — — — — — — — — — — — — — — — — — — — — —] | |
| Λεοντί[νους(?) καὶ εἶμεν αὐτοῖς καὶ ἐκγόνοις ἐν Ἀκαρνανί]- | |
| 40 | αι ἀσφ[άλειαν καὶ αὐτοῖς καὶ χρήμασι καὶ κατὰ γᾶν καὶ κατὰ] |
| θάλα[σσαν καὶ πολέμου καὶ εἰράνας καὶ γᾶς καὶ οἰκίας ἔγ]- | |
| κτησι[ν καὶ τὰ ἄλλα τίμια καὶ φιλάνθρωπα πάντα, ὅσα καὶ τοῖς ἄλ]- | |
| λοις π[ροξένοις καὶ εὐεργέταις τοῦ κοινοῦ τῶν Ἀκαρνάνων] | |
| ὑπάρ[χει]. |