[ ]
Aegean Isl. — Lesbos: Mytilene — 214/3? BC — IG XII,2.15
| 1 | [ἔ]δοξε τοῖς Αἰτωλοῖς· ποτὶ τοὺς Μυτιληναίους |
| [τ]ὰν φιλίαν τὰν ὑπάρχουσαν διαφυλάσσειν καὶ μηθ[έ]- | |
| να ἄγειν Αἰτωλῶν μηδὲ τῶν ἐν Αἰτωλίαι πολιτευόν- | |
| των πρὸς Μυτιληναίοις(!) μηδαμόθεν ὁρμώμενον | |
| 5 | μήτε ποτ’ Ἀμφικτυονικὸν μήτε ποτ’ ἄλλο ἔγκλημα |
| μηθέν· εἰ δέ τίς κα ῥυσιάζῃ ἢ ἄγῃ, τὰ μὲν ἐνφανέα ἀν[α]- | |
| πράσσειν τὸν στρόταγον ἀεὶ τὸν ἔναρχον ὄντα | |
| καὶ ἀποδιδόμεν τοῖς Μυτιληναίοις, τῶν δὲ ἀφανέων | |
| καταδικάζοντας τοὺς συνέδρους κατὰ τῶν ἀγόν- | |
| 10 | των καὶ ῥυσιαζόντων ζαμίαν, ἅν κα δοκιμάζωντι, |
| [κ]υρίους εἶμεν. πρεσβευταὶ v Εὔνομος Θηρίου, | |
| Μελέδημος v Ἄβαντος. |