[ ]
Thessalia — Meliteia — 213/2 BC — IG XI,2.205; Syll(3).546B
1 | *MELITAIE/OIS KAI\ *PHRE/OIS E)/KRINAN OI( U(PO\ TW=N *AI)TWLW=N AI(REQE/N- |
τες δικασταὶ Δωρίμαχος, Πολεμαῖος, Ἀργεῖος Καλυδώνιοι αὐτῶν | |
ἐπιχωρησάντων ἐξ ὁμολόγων· ὅρια μὲν εἶμεν τᾶς χώρας Μελιταιέ- | |
οις καὶ Πηρέοις, ὡς ὁ Ἀκμεὺς ἐμβάλλει ἐν τὸν Εὐρωπόν, καὶ ἀπὸ τοῦ | |
5 | Ἀκμέος ἐν τὰν παγὰν τοῦ Γαλαίου, καὶ ἀπὸ τοῦ Γαλαίου ἐν τὰν Κολώ- |
ναν, καὶ ἀπὸ τᾶς Κολώνας ἐπὶ τὸ Ἑρμαῖον ἐπὶ τὰ Εὐρύνια, καὶ ἀπὸ τῶν Ε[ὐ]- | |
ρυνίων κατὰ τῶν ἄκρων, ὡς ὕδωρ ῥεῖ ἐν τὸν Εὐρωπόν, ἐκ τοῦ Εὐρω- | |
ποῦ ἐν τὸν Ἐλιπῆ, ἐκ τοῦ Ἐλιπέος ἐν τὸ νέμος τὸ ἄγον ἐν τὰν Ἄ[μπε]- | |
λον, ἀπὸ τᾶς Ἀμπέλου κατὰ τῶν ἄκρων ἐπὶ τὸ Ὕπατον, ἀπὸ | |
10 | v τοῦ Ὑπάτου ἐν τὸν Κερκινῆ, ἀπὸ τοῦ Κερκινέος ἐν |
v τὰν Μύνιν, ἀπὸ τᾶς Μύνιος ἐν τὸν Εὐρωπόν, τοῦ Σκαπεταίου | |
καὶ τοῦ Εὐρωποῦ ἐν τὰν συμβολάν. τὰν δὲ δαμοσίαν χώ- | |
ραν, τούς τε Καράνδας καὶ τὰν Φυλιαδόνα, μὴ ἀποδόσθων Με- | |
λιταεῖς ὥστε πατρώιαν ἔχειν τὸν πριάμενον πολιτευόντω[ν] | |
1 | Πηρέων μετὰ Μελιταιέων, ἀλλὰ κατ’ ἄνπαλον μισθούντω κα- |
θὼς καὶ τὸ πρότερον. εἰ δέ κα ἀποπολιτεύωντι Πηρεῖς ἀπὸ Μελ[ι]- | |
ταέων, περὶ μὲν τᾶς χώρας ὅροις χρήσθων τοῖς γεγραμμένοις καὶ ἔ- | |
χοντες ἀποπορευέσθων βουλευτὰν ἕνα καὶ τὰ δάνεια συναπο- | |
5 | τινόντω, ὅσα κα ἁ πόλις ὀφείλῃ, κατὰ τὸ ἐπιβάλλον μέρος |
20 | τοῦ βουλευτᾶ καὶ ἐμφερόντω τὰ ἐ[ν] τοὺς Αἰτωλοὺς γινόμε- |
να κατὰ τὸν βουλευτάν. ἀποδόντων δὲ οἱ Πηρεῖς τὰς δεκάτας | |
τὰς γινομένας τοῖς δανεισταῖς, ἃς ὀφείλοντι ἐτέων τριῶν, ἀ- | |
ναβολὰν λαβόντες ἔτη τρία. ὅσα δὲ καὶ πρότερον ἐλάμβανον ο[ἱ] | |
Πηρεῖς πὰρ τᾶς πόλιος κατ’ ἐνιαυτόν, τοῖς τε ἀρχόντοις ἀργυρίου | |
25 | μνᾶς τρεῖς καὶ κάρυκι στατῆρας δέκα καὶ εἰς τὸ ἔλαιον τοῖς νεανί- |
οις(!) στατῆρας δέκα καὶ εἰς τὰν θυσίαν τῶν Σωτηρίων στατῆρας πέντε, | |
καὶ νῦν λανβανόντω, καὶ τὰ λοιπὰ ἐπιμελέσθω ἁ πόλις τῶν Μελιτα- | |
έων τῶν κοινῶν ἐμ Πηρέοις καθὼς καὶ τὸ πρότερον. νόμοις δὲ χρήσ- | |
θων Πηρεῖς τοῖς αὐτοῖς καὶ Μελιταεῖς. τὰς δὲ ἐν ἀγορανόμοις δίκας γινομέ̣- | |
30 | NAS *PHRE/OIS POTI\ *PHREI=S KATA\ TETRA/MHNON DIKAZO/NTW E)M *PHRE/OIS OI( E)G *ME- |
λιτείας ἀγορανόμοι. ἀναγραφήτω δὲ ταῦτα ἐν στάλας ἔν τε Μελιτείαι | |
KAI\ E)N *DELFOI=S KAI\ E)N *KALUDW=NI KAI\ E)N *QE/RMWI. MA/RTURES: TO\ SUNE/DRION A(/- | |
παν τὸ ἐπὶ γραμματέος Λύκου καὶ οἱ προσστάται τοῦ συνεδρίου [Πει]- | |
θόλαος Σπάττιος, Δύσωπος Ἀπολλωνιεὺς καὶ ὁ γραμματεὺς [Λύ]- | |
35 | κος Ἐρυθραῖος καὶ ὁ ἱππάρχας Ἀλέξων Ἑρμάττιος, Πανταλέω[ν Πε]- |
τάλου Πλευρώνιος, Νικόστρατος Νικοστράτου Ναυπάκτιος, | |
Δαμόξενος Θεοδώρου Ἡρακλεώτας. |