[ ]
Phokis — Delphi — ca. 182 BC — Syll(3).629
[θε]ός. [τύ]χα. | |
1 | [ἔδοξε τοῖς] Αἰτωλοῖς· [ἐπ]εὶ βασιλεὺς Εὐμένης ὑπάρχων φίλος καὶ σύμμαχος διὰ προγόνων τὰν οὖσα[ν ἐκ πα]- |
[λαιῶν χρόνων ε]ὔνοιαν ἐμ παντὶ κ%⁸⁰αιρῶι φανερὸς γίνεται συναύξων, καὶ πολλὰς καὶ μεγάλας ἀποδείξε[ις] | |
[πεποίηται τ]ᾶς ἐν τὸ ἔθνος εὐνοίας καὶ τοὺς ἄλλους Ἕλλανας, ἀεὶ τὰ συμφέροντα διαπρασσόμενο[ς], | |
[σπουδᾶς καὶ] φιλοτιμίας οὐθὲν ἐνλείπων, γεγονότων τε αὐτοῖ πολλῶν καὶ μεγάλων εὐαμερημά[των] | |
5 | [κατὰ τοὺς π]ολέμους ἐπαυξηκὼς τὰμ βασιλείαν καὶ ἐν τὰν καλλίσταν διάθεσιν ἀγνηκὼς κέκρικε |
[συντελεῖν] ἀγῶνας καὶ θυσίας τᾶι Ἀθάναι τᾶι Νικαφόρωι μετὰ τῶν ἀδελφῶν καὶ τοῦ δάμου τῶν | |
[Περγαμηνῶ]ν, περὶ πλείστου ποιούμενος τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν, παρακαλεῖ [δ]ὲ καὶ το[ὺς] | |
[Αἰτωλοὺς ἐ]ξαπ[ε]σταλκὼς θεωροὺς Πέρσαν, Θεόλυτον, Κτήσιππον ἀ%⁸⁰ποδέξασθαι τοὺς ἀγῶνας | |
[τῶν Νικαφ]ορίων στεφανίτας, τὸμ μὲν μουσικὸν ἰσοπύθιον, τὸν δὲ γυμνικὸν καὶ ἱππικὸν ἰσολύμπιον, | |
10 | [καὶ ὡσαύτ]ως ἄσυλον τὸ τέμενος τᾶς Ἀθάνας τᾶς Νικαφόρου, δεδόχθαι τοῖς Αἰτωλοῖς· [ἐπ]αινέσαι |
[μὲν βασιλέ]α Εὐμένη καὶ τοὺς ἀδελφοὺς αὐτοῦ Ἄτταλον, Φιλέταιρον, Ἀθήναιον καὶ βασίλισσαν | |
[Ἀπολλωνίδα] τὰμ ματέρα αὐτῶν καὶ τὸν δᾶμον τῶν Περγαμηνῶν ἐπὶ τᾶι ποτὶ τοὺς [θεοὺ]ς εὐσεβεί[αι] | |
[καὶ στεφανῶ]σαι ἕκαστον αὐτῶν εἰκόνι χρυσέαι, τὸμ μὲν βασιλέα ἐφ’ ἱππου, τοὺς δὲ ἀ[δελφοὺς πεζικᾶι], | |
[ἀρετᾶς ἕνεκε]ν καὶ εὐνοίας τᾶς εἰς τοὺς θεούς. ἀποδεδέχθαι δὲ καὶ τοὺς ἀγῶνας τῶ[ν Νικαφορίων οὓς] | |
15 | [συντελεῖ βασ]ιλεὺς Εὐμένης [σ]τεφανίτας, τὸμ μὲν μουσικὸν ἰσοπύθιον, τὸν δὲ γυ[μνικὸν (καὶ ἱππικὸν) ἰσολύμπιον]. |
[εἶμεν δὲ] κ̣α̣[ὶ] τοῖς νικεόντοις τῶν Αἰτωλῶν τὰς τιμὰς καὶ τὰ λοιπὰ πάντα τὰ ἐν τ[οὺς νόμους περί τε τῶν] | |
[Πυθίων κ]αὶ Ὀλυμπίων {τὰ} κατακεχωρισμένα καὶ καθάπερ ὁ βασιλεὺς Εὐμένης ἀνα[δεικνύει] τὸ τέμ[ενος] | |
[τᾶς Ἀθά]νας τᾶς Νικαφόρου τὸ ποτὶ Περγάμωι ἄσυλον, καθώς κα ὁρίξῃ, συναποδεδέχθαι τοὺς Αἰτω[λοὺς] | |
[ἄσυλον] εἶμεν αὐτὸ τὰ ἀπ’ Αἰτωλῶν καὶ τῶν ἐν Αἰτωλίαι κατοικεόντων καὶ μηθένα ἄγειν μηδὲ ῥυσ[ιάζειν] | |
20 | [μηθαμὰ ἐ]ντὸς τῶν ὁρίων· εἰ δέ τίς κα ἄγῃ ἢ ῥυσιάξῃ ἢ ἀποβιάξαιτο ἢ διεγγυάσῃ, ὑπόδικον εἶμεν ἐν τοῖ[ς] |
[συνέδρ]οις τῶι ἀδικηθέντι καὶ ἄλλωι τῶι θέλοντι ἐν ταῖς ἐκ ποτιστάσιος δίκαις. ἀποστέλλειν δ[ὲ] | |
[θεωρ]οὺς ἐν Πέργαμον, ἐπε[ί] κα ἁ θυσία καθήκηι τᾶι Ἀθάναι τᾶι Νικαφόρωι· τᾶς δὲ ἐκπονπᾶς ἐπι- | |
[με]λεῖσθαι τὸν στραταγὸν ἀεὶ τὸν ἔναρχον. τοῖς δὲ θεωροῖς τοῖς ἐπαγγελλόντοις τοὺς ἀγ[ῶνας] | |
[τῶν Ν]ικαφορίων καταστᾶσαι τὰς πόλεις ἑκάστας θεωροδόκους τῶν ἰδίων πολιτᾶν καὶ ἀνενε- | |
25 | [γκεῖ]ν τοὺς ἄρχοντας τοὺς ἀπὸ τᾶν πολίων τῶι στραταγ̣[ῶ]ι Προξένωι ἐν τὰ Πύθια· διδόμεν δ[ὲ] |
[ἐκέχει]ρον καὶ ξένια, ὅσα καὶ τοῖς τὰ Ὀλύμπια ἐπαγγελλόντοις θεωροῖς δίδοντι. ὅπως δὲ καὶ ἐ[ν] | |
[τοὺς ν]όμους καταχωρισθῇ ἅ τε ἀποδοχὰ τῶν ἀγώνων καὶ τοῦ ἱεροῦ ἁ ἀσυλία καὶ ἁ τῶν θ[ε]ωροδ[όκων] | |
[κατάστ]ασις καὶ τὰ ἄλλα τὰ ἐν τῶι ψαφίσματι κατακεχωρισμένα, ἐπιμέλειαν ποιήσασθαι τὸν στρατα[γὸν] | |
[Πρόξενον] καὶ τοὺς ἄλλους ἄρχοντας. ἐπαινέσαι δὲ καὶ τοὺς θε[ωρ]οὺς Πέρσαν Δ[ιο]νυσίου Συρακόσιον, | |
30 | [Θεόλυτον] Ἀρίστωνος Αἰγινάταν, Κτήσιππον Δαματρίου Περγαμηνὸν καὶ εἶμεν αὐτοὺς προξένους |
[καὶ εὐεργέτ]ας τῶν Αἰτωλῶν. ἔγγυος τᾶν προξενιᾶ[ν ὁ γ]ρ[αμματ]εύς. ἀναγράψαι δὲ καὶ τὸ ψάφισ[μα] | |
[τόδε ἐν στ]άλαις λιθίναις δύο καὶ ἀναθέμεν τὰν μίαν ἐν Θέρμο[ν], τὰν δὲ ἐν Δελφούς· τὸ δὲ γενόμεν[ον] | |
[ἀνάλωμα] δόμεν τὸν ταμίαν τᾶς κωλ[․․․]κ[․]λ[․]ι[․]ρι[․]ε[․․․․]σ[․․․․]α̣ται δὲ τὸν γραμματῆ τῶν | |
[— — — —13-14— — —]ίαν. |