[ ] Phokis — Delphi — ca. 259-255 BC — Klio 18.297,220a [SEG 2.257]
1 [στρα]τ̣αγέοντος τῶν [Αἰ]τωλῶν Ἀρκ̣ί̣[σωνος τὸ δεύ]-
[τερ]ον̣ ἔ̣δ̣ο̣ξ̣ε̣ τ̣ο̣ῖ̣ς̣ Α̣ἰ̣τωλοῖς· ἐπειδὴ Ἡρ[ακ]λειῶται
[ψά]φ̣ι̣σ̣μ̣α̣ κ̣α̣ὶ̣ π̣ρ̣έ[σβ]ε̣ις ἀποστείλαντες Μ̣[ε]ν̣εκράτ[η]
[καὶ — — — τ]ὰ̣ν̣ [συ]γγένειαν ἀνενεώσαντο κα[ὶ τὰ]
5 [ὑπάρ]χ̣ον[τ]α̣ π̣α̣[ρ]ὰ τᾶς πόλιος αὐτῶν φιλάνθρωπα ποτὶ το[ὺς]
[Αἰτωλοὺς ἐπαύξη]σαν, δεδόχθαι τοῖς Αἰτωλοῖς· πολί-
[τας] ε̣ἶ̣μ̣ε̣ν̣ τ̣ο̣ὺ̣ς̣ Ἡρα[κ]λειώτας τῶν Αἰτωλῶν, ἐπεὶ τυγχάνον-
[τι εὔ]ν̣ο̣υ̣ς̣ τ̣ῶ̣ι̣ [κ]ο̣ι̣ν̣ῶ̣[ι, κ]αί, εἴ τίς κα ἀποστέλληται πρεσβεία
[π]ο̣τὶ [βασιλ]έ̣α̣ [Π]τ̣ο̣[λ]εμαῖον, διαλέγεσθαι ὑπὲρ αὐτῶν κατὰ
10 [τ]ὰς̣ δοθ[ε][σας ἐν]τ[ολ]ὰς παρὰ τᾶς πόλιος τῶν Ἡρακλειωτᾶν,
[ὅπω]ς βουλ̣[ήσε]τ[αι πολυ]ωρῆσαι, περὶ ὧν οἴονται δεῖν οἱ Ἡρακλει-
ῶται [τὸν βασιλέα] ἑ̣α̣υ̣τῶν πολυωρεῖν ὡς ὄντων ἀποίκων
[τῶ]ν̣ Αἰτ̣ω̣λ̣ῶ̣ν, [κα][τα]ῦ̣τα ποιῶν εὐχαριστήσει τοῖς Αἰτω-
λ̣ο̣ῖ̣ς̣· ἀναγ̣[ράψαι δὲ κ]αὶ τὸ ψάφισμα ἐν Δελφοῖς ἐν τῶι
15 ἱερῶι τοῦ Ἀπόλ̣λ̣ω̣ν̣ος̣.
Search Help
Contact Us