[ ] Aitolia — Phistyon — after 170 BC
1 ἀγαθᾶι τύ[χαι. στραταγέοντο]ς Τ̣εισί[ππ]ου {²vac.}²
Τριχονίου μ[ηνὸς Δίου, ἀρχόντ]ων δὲ ἐπὶ πόλιος ἐν Φιστύοι
Νικολέω̣νος, Νικιά[δ]α, Ξένωνος Φιστύων, θεοκολευού-
σας Ἀλκήστιος ἀπέδοτο Λύκος Λυκίσκου Ἀρσινοεὺς
5 Ἀφροδίται Συρίαι Φιστυΐδι σῶμα ἀνδρῆον, οἷ ὄνομα Σπα[ῖ]-
ρος, τὸ γένος οἰκογενής, ἐπ’ ἐλευθερίαι τιμᾶς ἀργυρί̣-
ου μνᾶν ΜΜΜΜΔ. βεβαιωτῆρα(!) κατὰ τὸν νόμον Λυκόφρων̣
Ἁγήτα Βουκατιεύς. μάρτυροι Κρατιάδας, Ὑβρίλαος
Βουκατιεῖς, Ἀρίσταρχος, Στρατόλαος Βουκατιεῖς,
10 Λύκων, Λάμιος, Ξένων, Ἁγήσων Φίστυοι, Ἄλκηστις̣.
ἁ ὠνὰ κεῖται παρὰ Ξένωνα Φίστυον.
Search Help
Contact Us