[ ] Aitolia — Phistyon — after 170 BC
1 ἀγαθᾶι τύχαι. στραταγ̣έοντος Ἀ[ντόχου]
Ὀαξίου μηνὸς Ἱπποδρομίου, ἐπὶ ἀρχό̣[ντων]
Τιμαίου, Κριτολάου Φιστύων ἀπέδον̣[το Ἀν]-
τίοχος Ἁγησαγόρα, Πορροίτας, Ἀνδρίων̣ [Βουκα]-
5 τιεῖς τᾶι Ἀφροδείται τᾶι Συρίαι Φιστυΐδι σώ̣[μα]-
τα γυναικεῖα δύο, τὸ γένος οἰκογενῆ, αἷς ὀνό̣[μα]-
τα Σείμα κα<ὶ> Βούβα, τειμᾶς ἀργυρίου ΜΜΜΜ ἐπ̣’ [ἐλε]-
υθερίαι. βεβαιωτῆρες κατέστασαν Ὑβρίλαον, Ἁγή̣[σ]-
ανδρον Βουκατιεῖς. μάρτυροι Δικαίαρχος, Ἁγήσ̣[αν]-
10 δρος, Ὑβρίλαος, Ἀρίσταρχος, Κυδρίων, Διοκλῆς, Κ․․-
λίνδιος, Νεικόδαμος Βουκατιεῖς, Ἐχέλαος Φίστ[υ]-
ος, Φερένικος Δάρδεος. τᾶς ὠνᾶς ἀντίγραφα κεῖν-
ται παρὰ Ἀρίσταρχον Βουκατιῆ, Ἁγήσωνα Φίστυον.
Search Help
Contact Us