[ ] Aitolia — Thermos — 194-179 BC
Front.a.1 [․․c.8․․․ Ν]ικ̣άνδρου {²vac.}²
[  c.5  ἐπ]όησε.
2a              {²intervallium c. 0.02m}²
b.3 [στραταγ]έ̣οντος Εὐπολέμου Ὑπαταίου προξενίαν Α̣ἰτωλο̣[ὶ]
[ἔδ]ω̣καν κατὰ τὸν νόμον Λυσικλεῖ Φαίδρου Ἀθηναίοι. ἔγ̣γυοι
5 Β̣ουθήρας, Δαμοκλέας Ὑπαταῖοι. {²vac.}²
5a             {²intervallium c. 0.06m}²
c.6 στραταγέοντος Ἀγελάου Ναυπακτίου̣ τὸ
δεύτερον, ἱππαρχέοντος Πολεμάρχου Θυ-
ρισκαίου, γραμματεύοντος Σκόπα Τριχονέος
ἔδοξε τοῖς Αἰτωλοῖς· ἐπειδὴ Μάγνητες̣ οἱ ἀ-
10 πὸ Μαιάνδρου ἀποστείλ̣α̣ντες πρεσβευτ̣ὰν {²⁶πρεσβευτὰς}²⁶
Μνασιπτόλεμον καὶ Ἱππόνικον τάν τε οἰκει̣ότα-
τα τὰν ποτὶ τ̣ὸ ἔθνος ἀνενεώσαντο καὶ τὰν εὔ̣-
νοιαν ἐνεφάνιξαν, ἃν ἔχοντι ποτὶ τὸ κοινὸν̣
τῶν Αἰτωλῶν Μάγνητες, δεδόχθαι τάν τε̣ φιλί-
15 αν τὰν ποτ’ αὐτοὺς διαφυλάσσειν καὶ τὰν π̣όλι-
ν αὐτῶν καὶ τὰν χώραν ἱαρὰν καὶ ἄσυλον εἶμεν, καθότι οἱ
πρεσβευταὶ ἐπαγγέλλοντι, καὶ μηθενὶ ἐξουσίαν εἶμε̣ν
Αἰτωλῶν μηδὲ τῶν ἐν Αἰτωλίαι κατοικεόντων ἄγε̣[ι]ν
μηθένα ἐκ τᾶς χώρας τᾶς Μαγνήτων μηδαμόθεμ̣ ὁρμω-
20 μένους μήτε κατὰ γᾶν μήτε κατὰ θάλασσαν. εἰ̣ δ̣έ τίς
κ̣α ἄγηι, τὰ μὲν ἐμφανέα ἀναπράσσειν ἀεὶ τὸν στ̣ρατα-
γὸν τὸν ἔναρχον, τῶν δὲ ἀφανέων το<ὺ>ς συνέδρους κατα-
δικάζοντας ζαμίαν, ἅν κα δοκιμάζωντι, ὡς τὰ κοινὰ
βλαπτόντων καὶ ἐκπράσσοντας τὰς καταδίκας καὶ ἀποδι-
25 δόντας τοῖς ἀδικουμένοις κυρίο<υ>ς εἶμεν. δεδόσθαι δὲ αὐτοῖς
καὶ ψᾶφον ἱερομναμονικὰν ἐν τοὺς Ἀμφικτύονας. τὸ δὲ ψάφισμα τό-
δε ἀναγράψαι καὶ ἀναθέμεν ἐν Θέρμον καὶ ἐν Δελφούς.
Right.d.27a {²incertum quot versus fractura perierint}²
28 μ̣ο̣ν̣ κ̣α̣ὶ Αἰτ̣ω̣[λοὺς ἐπήινεσαν καὶ ἐστεφάνωσαν χρυσῶι στεφάνωι ἀπὸ δραχμῶν {²⁷στατήρων?}²⁷ δια]-
κοσίων καὶ ἐψα[φίξαντο ὑπάρχειν Αἰτωλοῖς τάν τε πολιτείαν καὶ τὰ ἄλλα πάντα]
30 τίμια φανερὰν ποιοῦν[τες, ἃν ἔχοντι εὔνοιαν ποτὶ τὸ κοινὸν τῶν Αἰτωλῶν· δεδό]-
χθαι τόν τε στέφαν[ον, ὃν ἐψαφίξαντο Μάγνητες, ἀποδέξασθαι καὶ τὰν πολιτείαν]
τὰν ἀναγγελλομέν[αν ὑπὸ τῶν πρεσβευτᾶν. ἐπαινέσαι δὲ Μάγνητας καὶ εἶμεν αὐ]-
τοὺς Αἰτωλοὺς ἴσου[ς καὶ ὁμοίους καὶ δεδόσθαι αὐτοῖς τὰ ἄλλα πάντα, ὅσα καὶ αὐ]-
τοὶ δεδώκαντι Αἰτ[ωλοῖς — — — — — —]
35 Αἰτωλοὶ ποιῶνται ὑ[πὲρ — — — — — — Αἰτωλῶν τὸν στραταγὸν ἀεὶ τὸν ἔ]-
ναρχον καὶ Μαγνή[των τοὺς ἄρχοντας(?) — — — — — —]
τὰς προγεγενημέν̣[ας — — — — — —]
ἐν τοὺς φίλους τοὺς Α̣[ἰτωλῶν(?) — — — — — —]Ι[— — — τὸν]
βασιλῆ Φίλιππον ἐπιμ̣[— — — — — — — — — —]εν̣[— — — Ἀμ]-
40 φισσέων. καταχωρίξα[ι δὲ ἐν τοὺς νόμους καὶ τόδε τ]ὸ ψάφισ̣[μα καθὼς τὸ ἄλλο τὸ ἐπὶ]
στραταγέοντος Ἀγε[λάου τὸ δεύτερον γεγενημένο]μ περὶ Μ[αγνήτων. ἔστω δὲ ἁ ἀνα]-
γραφὰ ἔν τε Δελφούς, [ὅπου καὶ αἱ πρότεραι εὐεργεσ]ίαι, ἔν τ̣Θέρμον ὡσαύτως].
              {²vac.}²                            {²vac.}²
Search Help
Contact Us