[ ] Ionian Isl. — Kerkyra — beg. 1st c. BC?
1 βαιὸν ὁρῇς, ὦ ξεῖνε, τόδ’ ἠρίον, ἀ[λλὰ μάλ’ εἰπὼν]
  τῶι κατὰ γῆς χαίρειν Νικομάχ[ῳ πάριθι]·
Ῥηνείη{ι}, σὺ δὲ κῦδος ἐν ἄλλω[ι ζήτεε, γαία]-
  ς | τὸν δορὶ καὶ βουλᾶι πρόφρον[ι κλεινότατον]
5 κευθούσης ἀλόχου Νίκης μέ[τα σύν τε θυγατρί],
  Ζωσίμη ἧς ὄνομ’ ἦν· ἃς ἐτρύγη̣[σ’ Ἀΐδας],
τὰν μὲν ἔτ’ ἐκ τοκετοῖο κακὰς [ὠδῖνας ἔχουσαν]
  τὰν [δ]ὲ νόσωι στυγερᾶι χρ[ιμψαμέναν πρὸ μόρου].
κα[ὶ πάτραν] βουλαῖσιν ἰσόφρον[ος εὐθυντῆρος]
10 [Ῥηνείην με]λέαν εἴδομεν α[ὐξομέναν].
[ψυχὰ δ’ αἰθερ]ίοισι μετάρσι[ος ἀΐξασα]
[πτήμασιν εἰς οἴκους ε]ὐσεβέων [ἀνέβα].
Search Help
Contact Us