[ ]
Ionian Isl. — Kerkyra — bef. 229 BC
I.1 | ἐπὶ σωτηρίαι. πρυτανεύοντος Ἀριστομένεος, μηνὸς Μα- |
χανέος τετάρτῃ ἐπὶ εἰκάδι, Ἀριστομένης Ἀριστολαΐδα | |
<Ὑλ>λεὺς δίδωτι τᾷ πόλει τῶν Κορκυραίων εἰς τὰν τῶν | |
τεχνιτᾶν μίσθωσιν τῶι Διονύσωι ἀργυρίου Κορινθίου | |
5 | μνᾶς ἑξήκοντα. δίδωτι δὲ καὶ Ψύλλα{ς} Ἀλκίμου Ὑλλὶς |
τᾶι πόλει τῶν Κορκυραίων εἰς τὰν τῶν τεχνιτῶν μίσθω- | |
σιν τῶι Διονύσωι ἀργυρίου Κορινθίου μνᾶς ἑξήκοντα. | |
ἑλέσθω δὲ ἁ βουλὰ ἑκαστάκις εἰς ἐνιαυτὸν τοὺς ἐκδα- | |
ν<ε>ισοῦντας τὸ ἀργύριον ἄνδρας τρεῖς τοὺς δυνατωτάτους | |
10 | χρήμασιν. ἁ δὲ ἐκδάνεισις καὶ ἀνάπραξις τοῦ ἀργυρίου γι- |
νέσθω καὶ ἁ λοιπὰ διοίκησις, καθώς κα δοκῆι βουλᾶι κα- | |
λῶς ἔχειν. ὡς δέ κα{ι} γένωνται τοκιζόμεναι μναῖ ἑκατὸν | |
ὀγδοήκοντα καὶ ἐκδανεισθῶντι αἱ ἑκατὸν ὀγδοήκοντα | |
μναῖ, παρελθόντος ἐνιαυτοῦ μετὰ τὸ ἐκδαν<ε>ισθῆναι τὰς | |
15 | ἑκατὸν ὀγδοήκοντα μνᾶς ἀποστειλάτω ἁ πόλις κατὰ τὸν τοῦ |
ἀγωνοθέτα νόμον ἐπὶ τὰν τῶν τεχνιτᾶν μίσθωσιν καὶ ἀγέ- | |
τω τὰ Διονύσια ἀφ’ οὗ κ’ ἄρξ<ω>νται παρ’ ἅτερον ἐνιαυτόν, εἰ | |
μή τι διὰ πό<λεμον> ἀδύνατον γένοιτο βουλᾶς καὶ ἁλίας ὑπερθε- | |
μένας, ἀγέτω δὲ ἀπὸ Κορινθιᾶν μνᾶν πεντήκοντα ἀπὸ | |
20 | τοῦ τόκου τῶν τριῶν ταλάντων μισθουμένα αὐλητὰς |
τρεῖς, τραγωιδοὺς τρεῖς, κωμωιδοὺς τρεῖς, καὶ τὰ λοιπὰ | |
ποιούντω πάντα οἱ ἑκαστάκις ἐόντες ἄρχοντες, καθὼς | |
ὁ τοῦ ἀγωνοθέτα νόμος τάσσει. διδόσθω δὲ καὶ τὰ σιτη- | |
ρέσια τοῖς τεχνίταις τὰ ἔννομα ἀπὸ τοῦ τόκου χωρὶς | |
25 | τᾶν πεντήκοντα μνᾶν. εἰ δέ τι κ’ ἀδύνατον γένοιτο διὰ |
πόλεμον καὶ μὴ ἀποστείληι ἁ πόλις ἐπὶ τοὺς τεχνίτας ἢ | |
μὴ παραγένοιντο οἱ τεχνῖται, ἢ λίπηι τις τὸν ἀγῶνα, ἐκδα- | |
ν<ε>ιζέσθω καὶ τὸ λειφθὲν ἀργύριον πᾶν καὶ ὑπαρχέτω | |
τοκιζόμενον εἰς τὰν τῶν τεχνιτᾶν μίσθωσιν· εἰ δὲ | |
30 | δυνατοῦ ἐόντος καὶ μὴ ἐπικωλύοντος μηθενὸς μὴ ἀποστεί- |
λαι ἁ πόλις ἐπὶ τοὺς τεχνίτας κατὰ τὰν περίοδον ἑκάσταν, | |
ἢ παραγενομένων τῶν ἐργολάβων μὴ μισθώσαιτο τοὺς τε- | |
χνίτας ἢ μὴ διδοίη τὸμ μισθὸν τὸν ὑπογεγραμμένον | |
ἢ τὰ σιτηρέσια τὰ ἔννομα, ἢ εἰς ἄλλο τι καταχρήσαιτο τὸ ἀργύ- | |
35 | ριον καὶ μὴ εἰς τὰν τῶν τεχνιτῶν μίσθωσιν, Ἀριστομένεος |
καὶ Ψύλλας ἐόντ<ω> τὰ δο<θ>έντα χρήματα πάντα ἢ τῶν ἐπινόμων | |
τῶν Ἀριστομένεος καὶ Ψύλλας. μάρτυρες· Μολώτας Γλαύκου, Σ- | |
ώσανδρος Θευδ<ώ>ρου, Προμαχίδας Μ<υ>ρτίλου. | |
II.39 | πόθοδον ποιησαμένων Ἀριστομένεος τοῦ Ἀριστολαΐδα καὶ Ψύλ- |
40 | λας τ<ᾶς> Ἀλκίμου περὶ τοῦ ἀργυρίου οὗ ἔδωκαν τᾶι πόλει καὶ τῷ |
Διονύσῳ εἰς τὰν τῶν τεχνιτᾶν μίσθωσιν ἑκάτερος Κορινθί- | |
ας μνᾶς ἑξήκοντα, ἔδοξε τᾶι βουλᾶι, τὸ δοθὲν ἀργύριον παρὰ | |
Ἀριστομένεος καὶ Ψύλλας ἐκδανεῖσαι τοὺς αἱρεθέντας· ἑλέ- | |
σθαι δὲ τὰν βουλὰν τοὺς χειριξοῦντας τὸ ἀργύριον ἄνδρας | |
45 | τρεῖς εἰς ἐνιαυτὸν τοὺς δυνατωτάτους χρήμασι, καὶ πλει- |
ονάκις τοὺς αὐτοὺς διαλιπόντας ἔτη δύο, μὴ νεωτέρους | |
ἐτῶν τριάκοντα πέντε μηδὲ πρεσβυτέρους ἑ<β>δομήκον- | |
τα· αἱρεῖσθαι δὲ ἑκάστου ἐνιαυτοῦ μηνὸς Μαχανέος ἐμ βου- | |
λᾶι ἢ ἁλίᾳ· οἱ δὲ αἱρεθέντες ἐπ’ Ἀριστομένεος παραλαβόντες | |
50 | τὸ ἀργύριον παρὰ Ἀριστομένεος καὶ Ψύλλας ἐγδανεισάντω |
ἐμ μηνὶ δυωδεκάτωι καὶ Εὐκλείωι τῶι ἐπὶ Ἀριστομένεος, | |
προκαρύξαντες ἐν καρυκτᾶι μὴ μεῖον ἢ ἁμέρας πέντε, | |
χρηματίζοντες ποτὶ τοῖς ἁρμάτεσσι, μὴ πλείονος τόκου | |
δανείζοντες ἢ δύο δραχμᾶν τὸν μῆνα ἕκαστον τὰν μνᾶν | |
55 | ἑκάσταν μηδ’ ἐλάσσονος, συναλλάσσοντ<ες> ὥς κ’ αὐτοὶ προ- |
αιρῶνται, ὥστε τὸν πριάμενον ἀποδόμεν τό τε κεφάλαιον καὶ | |
τὸν τόκον ἐμ μηνὶ Εὐκλείωι τῶι μετὰ πρύτανιν Ἀριστομένη. | |
ἀναπράξαντες τό τε κεφάλαιον καὶ τὸν τόκον ἐν τῶι | |
Εὐκλείωι μηνὶ τῶι με<τ>’ Ἀριστομένη{ι} παραδόντω τοῖς | |
60 | αἱρεθεῖσι εἰς τὸν ὑπ’ αὐτὰ ἐνιαυτὸν ἐπὶ τὰν χείρι- |
ξιν τοῦ ἀργυρίου· οἱ δὲ παραλαβόντες χρηματιζόντ<ω> τὸ | |
ἀργύριον πᾶν ἐν τῶι Ἀρτεμιτίωι μηνὶ τῶι ἐφ’ αὑτῶν ποτὶ τοῖς | |
ἁρμάτεσσι προκαρύξαντες καὶ τὰ λοιπὰ πάντα ποιοῦν- | |
τες καθὼς καὶ τοὺς ἐπ’ Ἀριστομένεος αἱρεθέντας γέ- | |
65 | γραπται· ὡσαύτως δὲ καὶ οἱ ἑκαστάκις αἱρεθέντες ποι- |
ούντω. εἰ δὲ οἱ αἱρεθέντες ἐπὶ τὰν χείριξιν τοῦ ἀργυρί- | |
ου μὴ ποιήσαιέν τι τῶν γεγραμμένων, εἰ μὴ ἐκδα- | |
νείσαιεν τὸ ἀργύριον καθὼς γέγραπται δυνατοὶ ἐόν- | |
τες, ἀποτ<ε>ισάντω ἀργυρίου Κορινθίου μνᾶς τριάκοντα | |
70 | καὶ τὸ κεφάλαιον ὅ κα παραλάβ[ω]ντι παραδόντω, εἰ δὲ |
μή, διπλῆ ἀποτ<ε>ισάντω τὸ κεφάλαιον. περὶ δὲ τοῦ ἀδυ- | |
νάτου βουλὰ καὶ ἁλία ἐπιγινωσκέτω. εἰ δὲ ἐγδανεί- | |
σαντες μὴ ἀνπράξαιεν τὸ κεφάλαιον καὶ τὸν τόκον, | |
ἢ μὴ παραδοῖ<ε>ν <αὐ>τὸ τοῖς αἱρεθεῖσι, καθὼς γέγραπται, | |
75 | ἀποτ<ε>ισάντω τό τε κεφάλαιον καὶ τὸν τόκον διπλῆ, ὁπό- |
τερόν κα μὴ παραδ<ῶ>ντι. ἐπεὶ δέ κα γένωνται τοκιζό- | |
μεναι μναῖ ἑκατὸν ὀγδοήκοντα καὶ ἐγδανεισ<θ>ῶν- | |
τι αἱ ἑκατὸν ὀγδοήκοντα μναῖ, παρελθόντος ἐνιαυτοῦ | |
μετὰ τὸ ἐγδανεισθῆμεν τὰς ἑκατὸν ὀγδοήκοντα μνᾶς ἀπο- | |
80 | στειλάντω οἱ ἄρχοντες ἐπὶ τὰν τῶν τεχνιτᾶν μίσθωσιν |
κατὰ τὸν <τοῦ> ἀγωνοθέτα νόμον, καὶ τὰ λοιπὰ πάντα ποιούντω οἱ ἑ- | |
καστάκις ἄρχοντες καθὼς ἐν τ<ᾶι> δ<ό>σει γέγραπται, εἰ μή τι δι- | |
ὰ πόλεμον γένοιτο βουλᾶς καὶ ἁλίας ὑπερθεμένας. μισθούσθω | |
δὲ τοὺς τεχνίτας ἀφ’ οὗ κ’ ἀρχὴ γένοιτο, παρ’ ἕτερον ἐνιαυτὸν ἀπὸ τοῦ | |
85 | τόκου τῶν τριῶν ταλάντων ἀπὸ μνᾶν πεντήκοντα αὐλητὰς |
τρεῖς, τραγωιδοὺς τρεῖς, κωμωιδοὺς τρεῖς, καὶ τὰ λοιπὰ πάντα | |
κατὰ τὸν τοῦ ἀγωνοθέτα νόμον. δίδοσθαι καὶ τὰ σιτηρέσια | |
τοῖς τεχνίταις τὰ ἔννομα ἀπὸ τοῦ τόκου χωρὶς τᾶν πεντήκον- | |
τα μνᾶν· οἱ δὲ χειρίζοντες τὸ ἀργύριον καθ’ οὕς κα χρόνους | |
90 | παραγίν<ω>νται οἱ τεχνῖται, ἐπεὶ κ’ ἀνπράξωντι τὸ ἀργύριον, |
πεντήκοντα μνᾶς τὸν μισθὸν τοῖς τεχνίταις καὶ τὰ σιτηρέσια | |
τὰ γινόμενα παραδόντω τῶι ἀγωνοθέται τοῦ Ἀρτεμιτίου μηνὸς | |
πρὸ{ς} τᾶς ἕκτας, τὸ δὲ λοιπὸν τοῖς ἐφ<αι>ρεθεῖσιν· ὁ δὲ παραλα- | |
βὼν ἀγωνοθέτης ποι<εί>τω πάντα κατὰ τὸν νόμον καὶ ἀπολογι- | |
95 | ξάσθω εἰς βουλὰν ἐν τᾶι πράται συνέδραι <ὅσο>ν τ<έ> κα πα- |
ραλάβ<ηι> ἀργύριον καὶ καθώς κα ἕκαστ<α> διοικήσῃ. | |
ἀπολογιξάσθωσαν δὲ καὶ οἱ χειρίζοντες τὸ ἀργύριον ἑκα- | |
στάκις εἰς βουλὰν μηνὸς Ἀρτεμιτίου, οἵ τε παραλαβόντες | |
καὶ οἱ παρα{δι}δόντες {²⁶παραδόντες}²⁶, καθώς κα ἕκαστα παραλάβ<ω>ντι καὶ πα- | |
100 | ραδ<ῶ>ντι. <ε>ἰ δὲ μὴ ποιήσαιέν τι τῶν γεγραμμένων οἵ τε χει- |
ρίζοντες τὸ ἀργύριον ἢ οἱ ἄρχοντες, ἀποτ<ε>ισάτω ὁ αἴτιος ἀρ- | |
γυρίου Κορινθίου μνᾶς τριάκοντα καὶ ὅ <κα> καταβλάψηι διπλῆ. εἰ | |
δέ τί κα ὁ ἀγωνοθέτας ἢ οἱ χειρίζοντες τὸ ἀργύριον μὴ ὀρθῶς | |
ἀπολογίξωνται, νομοφύλακες ἐκλογιζούσθω καθὼς καὶ τὰ ἄλ- | |
105 | λα τὰ ἱερὰ καὶ δημόσια χρήματα. μὴ ἐξέσ<τ>ω δὲ μηθενὶ |
προστατῆσαι περὶ τοῦ ἀνατεθέντος ὑπὸ Ἀριστομένεος καὶ | |
Ψύλλας ἀργυρίου, ὥστε εἰς ἄλλο τι καταχρησθῆμεν, ἀλλ’ εἰς | |
τὰν τῶν τεχνιτᾶν μίσθωσιν, εἰς δὲ ἄλλο μηθὲν μηθαμῶς | |
μηδεμιᾶι παρευρέσει. εἰ δέ τις προστατήσαι ἢ καταχρήσαιτο | |
110 | εἰς ἄλλο τι, ἀποτεισάτω ὁ προστατήσας καὶ ὁ καταχρησά- |
μενος Ἀριστομένηι καὶ Ψύλλαι ἢ τοῖς ἐπινόμοις τοῖς Ἀριστο- | |
μένεος καὶ Ψύλλας ἀργυρίου Κορινθίου μνᾶς ἑξήκοντα καὶ | |
τὸ ἀργύριον ὃ καταχρήσθη διπλῆ. πάντων δὲ τούτων καὶ | |
εἴ τινός κα ἄλλου δοκῆι πρόδικοι βουλᾶς κρίσιν ἀπάρβο- | |
115 | λον γραψάμενοι καὶ ἐπιγράψαντες τὸ ἀργύριον τὸ |
ἐφ’ ἑκάστου ἀδικήματος γεγραμμένον δ<ό>ντ<ω> προστά- | |
ται προβούλων, ὁ{ι} δὲ εἰς τὰ δικαστήρια φερέτω, ἅ κα | |
μεῖον ἢ τριακοσταῖ<α> ᾖ· ἐξέστω δὲ καὶ ἄλλωι τῶι λῶντι | |
κρίνεσθαι κατὰ ταὐτά. τὸν δὲ κατακριθέντα οἱ τὰς | |
120 | κρίσιας γραψάμενοι εἰσπράξαντες ὅσα μὲν ποτὶ τὸ κοι- |
νὸν συν<ε>ίκει τοῖς ᾁρημένοις ἐπὶ τὰν χείριξιν τοῦ | |
ἀργυρίου παραδόντω, οἱ δὲ ἐγδανεισάντω καθὼς καὶ τὸ | |
ἄλλο ἀργύριον γέγραπται, ὅσα δὲ Ἀριστομένει ἢ Ψύλλαι | |
ἢ τοῖς ἐπινόμοις ἐπιτίμια ἐπιβάλλει, αὐτοὶ εἰσπρασσόν- | |
125 | τ<ων>, καὶ κρινέσθω ἕκαστοι καθώς κ’ αὐτοὶ προαιρ<ῶ>νται. εἰ |
δέ τις τῶν ἐπινόμων τῶν Ἀριστομένεος ἢ Ψύλλας προστα- | |
τήσαι εἰς ἄλλο τι καταχρησθῆμεν ἢ καταχρήσαιτο ἄλλαι | |
παι, μὴ ἐόντω τὰ ἐπιτίμια μηδὲ τὰ χρήματα Ἀριστο- | |
μένεος καὶ Ψύλλας μηδὲ τῶν ἐπινόμων Ἀριστομένεος | |
130 | καὶ Ψύλλας, ἀλλὰ δημόσια εἰς τὰν τῶν τεχνιτᾶν μίσθωσιν, καὶ |
ἐγδανειζέσθω μετὰ τοῦ ἄλλου ἀργυρίου, καθὼς ἐπάνω γέγρα- | |
πται. εἰ δέ τι ἀδύνατον διὰ πόλεμον γένοιτο καὶ μὴ ἀποστεί- | |
λαι ἁ πόλις ἐπὶ τοὺς τεχνίτας ἢ μὴ παραγέν<ω>νται οἱ τεχνῖται, | |
ἐκδανειζέσθω καὶ αἱ πεντήκοντα μναῖ καὶ τὰ σιτηρέσια ἄχρι οὗ | |
135 | κα δυνατὸν γένηται· ὡσαύτως δὲ καὶ εἴ τις λίποι τὸν ἀγῶνα τῶν |
τεχνιτᾶν, ἐγδανειζέσθω καὶ τὸ λειφθὲν ἀργύριον καὶ ὑπαρχέτω | |
εἰς τὰν τῶν τεχνιτᾶν μίσθωσιν. εἰ δέ κα διόρθωσις τῶν νό- | |
μων γίνηται, ταξάντων οἱ διορθωτῆρες εἰς τοὺς νόμους καθώς | |
κα δ<έ>ῃ τὸ ἀργύριον χειρίζεσθαι. τὰ δὲ λοιπὰ πάντα γινέσθω ὥς | |
140 | κα δοκῆι βουλᾶι καὶ ἁλίαι κα<λ>ῶς ἔχ<ειν>. γινέσθω δὲ μη- |
θὲν ὑπεναντίον τῶι δόγματι μηδὲ τᾶι δόσει. τᾶς δὲ δόσιος καὶ | |
τοῦ γράμματος ἀντίγραφον ἀναγράψαι εἰς στάλαν λιθίναν καὶ | |
ἀναθέμεν ὅ{ν}π<ε>ι {²⁶ὅπει}²⁶ κα δοκῆι προβούλοις καὶ προδίκοις καλῶς ἔχειν· | |
τᾶς δὲ ἀναγραφᾶς καὶ ἀναθέσ<ιο>ς προβούλους μετὰ διοκητᾶ | |
145 | καὶ ἀρχιτέκτονος τὰν ἐπιμέλειαν ποιήσασθαι, τὸ δὲ γεγραμ- |
μένον ἀνάλωμα ταμία<ν> δόμεν. |