[ ] Ionian Isl. — Kerkyra — 3rd c. BC?
1          ἀγαθᾶι τύχαι.
τάδε ἐμπρίατο ἁ πόλις τοῖς προξένοις
καρπεύειν ἇς κα ἐπιτάδειοι ὦντι· Λυγδά-
μι Φείδωνος Κνωσσίῳ ἐμ Μολοκᾶντι ἀν-
5 πέλων πέλεθρα δέκα ἐν τῶι πεδίωι,
ἀνπέλων τετραπελεθρίαν.
Ἕρμωνι Τυλ<ι>σίωι ἀνπέλων τετραπλε-
θρίαν ἐν τῶι πε{ι}δίωι {²⁶πεδίωι}²⁶.
[Πρ]ωτάρ<χ>ωι Ἀ<π>ταραίωι ἀνπέλων πλέθρα
10 εἴκατι ἐν τῶι πεδίωι κατὰ βαθεῖαν — — —
Σκιπτίαι εὐεργέται ἀνπέλων <π>λέθρα εἴκα-
τι δύο ἐν Μινώιᾳ πὸ τῶι πόρωι ἐς Κατω— — —
Φαιστίωι Θαμικλεῖ καὶ Φαινοκλεῖ ἀν-
πέλων τετραπλεθρίαν ἐν τᾶι νάσωι,
15 ἐπὶ Λιπάραι ἀνπέλων τετραπλεθρίαν.
Ἀρχαγόραι Δελφῶι οἰκίαν ἐν τᾶι Ἡραΐδι, ψι-
λᾶς πλέθρα ἓξ ποὶ τᾶι Κωμικοῦ, ἀνπέ-
λων τετραπλεθρίαν ἐν τῶι πεδίωι.
Μισγόλαι Ἀρκάδι ἀνπέλων τετραπλε-
20 θρίαν ἐν τῶι πεδίωι, ἄλλαν ἀνπέλων δι-
πλεθρίαν ἐν τῶι πεδίωι, ἄλλαν ἀνπέ-
λων διπλεθρίαν ἐν Σκινούρι, οἰκίαν [ἐν]
τᾶι Λαχανίδι κ<ώ>μαι.
Search Help
Contact Us