[ ] Ionian Isl. — Kerkyra — end 4th c. BC
1 πρύτανις Στράτων·
μεὶς Ψυδρεύς, ἁμέρα τε-
τάρτα ἐπὶ δέκα· προστάτας
Γνάθιος Σωκράτευς·
5 πρόξενον ποεῖ ἁ ἁλία
Διονύσιον Φρυνίχου
Ἀθηναῖον αὐτὸν καὶ
ἐκγόνους. δίδωτι δὲ καὶ
γᾶς καὶ οἰκίας ἔμπασιν.
10 τὰν δὲ προξενίαν γράψαν-
τας εἰς χαλκὸν ἀνθέμεν
εἷ κα προβούλοις καὶ προ-
δίκοις δοκῆι καλῶς ἔχειν.
Διονύσιον
15 Φρυνίχου
Ἀθηναῖον.
Search Help
Contact Us