[ ]
Phokis — Tithora — beg. 2nd c. AD
| 1 | θεὸς τύχαν ἀγαθάν. ἄρχοντος ἐ- |
| ν Τιθόρᾳ Ἀρίστωνος τοῦ Ἀρίστω- | |
| νος νεωτέρου, ἱερητεύοντος δὲ | |
| τῷ θεῷ τῷ Σεράπι Σώσωνος τ- | |
| 5 | οῦ Παραμόνου, μηνὸς τρίτου, ἀ- |
| πέδοτο Νικάρετος Πίστου καὶ Οἰνάνθη Ἡρακλ- | |
| είδου, συνευαρεστέοντος καὶ τοῦ υ- | |
| ἱοῦ αὐτῶν Παραμόνου, τῷ θε- | |
| ῷ τῷ Σεράπει κοράσιον, ὀνόμα- | |
| 10 | τι Εὐφροσύναν, ἐπ’ ἐλευθερίᾳ, ὥστ- |
| ε εἶναι αὐτὰν ἐλευθέραν καὶ ἀν- | |
| έπαφον παραμείνασαν Νεικαρέτῳ καὶ Οἰ- | |
| νάνθῃ τὸν τᾶς ζωᾶς χρόνον, τειμᾶς ἀργυρ- | |
| ίου μνᾶν δέκα. τὰν τειμὰν ἔχουσι πᾶσαν. β- | |
| 15 | εβαιωτὴρ κατὰ τὸν νόμον· Παράμονος |
| Νεικαρέτου. θρεψάτω δὲ Εὐφροσύνα Π- | |
| αραμόνῳ παιδίον διετὲς καὶ παραδότω, | |
| ἢ δηνάρια διακόσια. μὴ καταδουλεξ- | |
| άτω δὲ αὐτὰν μηδεὶς κατὰ μηδέν- | |
| 20 | α τρόπον· εἰ δὲ μή, ἀποτεισάτω μ- |
| νᾶς τριάκοντα, καὶ ἐξέστω προστᾶμε- | |
| ν τῷ θέλοντι Φωκέων, καὶ τὸ μὲν ἥμισον ἔσ- | |
| τω τοῦ θεοῦ, τὸ δὲ ἥμισον τοῦ προστάντο- | |
| ς, ἀνυπευθύνου ὄντος καὶ ἀζαμίου. ἁ ὠνὰ | |
| 25 | ἀνεγράφη ἐν ἱερῷ τῷ Σεραπείῳ καὶ παρὰ τῷ ἄ- |
| ρχοντι Ἀρίστωνι, δούσας τᾶς πόλιος τὸ ψάφισ- | |
| μα ἐπὶ ἄρχοντι Ἑλλανείκῳ Ἑλλανείκου ἐν | |
| ἐννόμῳ ἐκκλησίᾳ. μάρτυ[ρε]ς· Σώκλαρ- | |
| ος Ἀριστίωνος, Εὔφρων Στρατάγου, Τείμω- | |
| 30 | ν Νεικαινέτου. χεὶρ Παραμόνου τοῦ Νεικαινέτου· γ- |
| έγονα βεβαιωτὴρ ἐπὶ τᾶς προγεγραμμένας ἱαρ- | |
| ανθεσίας κατὰ τὸν νόμον. μάρτυρες οἱ προγεγρ- | |
| αμμένοι. |