[ ] Phokis — Elateia — shortly after 196 BC
— — —
1 [ἐὰν δέ τι ὑπεκ]τίθεσθαι βο[ύλω]ντ̣α[ι Βοιωτοὶ εἰς τὴν Φωκίδα ἢ]
[Φωκεῖς εἰς Βοι]ω[τ]ίαν, ἀτέλειαν εἶναι αὐτοῖς εἰ[σάγουσί τε καὶ]
[ἐὰν πάλιν ἐ]ξάγωνται· ἐν δὲ τῆι χώραι διδόναι τ[ὰ τέλη — — —]
— — —ναιτο δίκαιον διδόναι αὐτοὺς καὶ λ[αμβάνειν — — —]
5 [ἐὰν δέ τις] γίνηται ἀπὸ τῶν ὑπεκτιθεμένων κα[ρπός, ἀτελῆ εἶναι]
[παντὸς τέλους π]αρ’ ἑκατέροις· ὑπὲρ δὲ τῶν ἄλλων ἁπάντ[ων τὰ νόμι]-
[μα τέλη λ]αμβάνειν Βοιωτοὺς καὶ Φωκεῖς παρ’ ἀλλή[λων — — —]
[— — — ἐξ]εῖναι δὲ Βοιωτοῖς καὶ Φωκεῦσι διορθώσασ[θαι — — —]
[— — —]#⁷ ὃ ἂν δόξηι κοινῆι ἀμφοτέροις. ὀμνύειν δὲ τὰ [ἀμφοτέρων ἀρ]-
10 [χεῖα τά τε κοι]νὰ καὶ τὰ κατὰ πόλεις καθ’ ἕκαστον ἐνιαυτὸν ἐφ— — —
— — —λην ἐπειδὰν αἱρεθῆι, τὰ μὲν Βοιωτῶν ἐν Ὀγχηστ[ῷ, τὰ δὲ Φω]-
[κέων ἐν Ἐ]λατείαι· ἐξορκιζέτωσαν δὲ τοὺς μὲν βοιωτάρχ[ας οἱ τῶν]
[Φωκέων κο]ινοὶ στρατηγοί, τοὺς δὲ στρατηγοὺς καὶ τὰ κατὰ π[όλεις]
[ἀρχεῖα οἱ] βοιωτάρχαι· τὸ δὲ ὅρκιον ἑκάτεροι παρεχόντων. ὅρκος·
15 [ὀμνύω τ]ὸν Δία τὸμ Βασιλέα καὶ τὴν Ἥραν τὴμ Βασίλειαν καὶ τὸμ Ποσει-
ῶνα καὶ τὴ]ν Ἀθηνᾶν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας ἐμ[μενεῖν τῇ]
[συμμαχίᾳ Βο]ιωτοῖς καὶ Φωκεῦσι κατὰ τὰς ὁμολογίας ἀδόλως εἰς τὸν
[πάντα χρ]όνον· εὐορκοῦντι μέμ μοι εἴη πολλὰ κἀγαθά, εἰ δ’ ἐφιορκοίην, τἀ-
[ναντία. το]ὺς δὲ βοιωτάρχας καὶ τοὺς στρατηγοὺς ἀνα-
20 [γράψαι τὴ]ν συμμαχίαν εἰς στήλην καὶ ἀναθεῖναι ἑκατέρους
[παρ’ ἑαυτο]ῖς ἐν ἱερῶι, οὗ ἂν δοκῆι ἐγ καλλίστωι εἶναι.
Search Help
Contact Us