[ ] Phokis — Daulis — 118 AD
a.1          ἀγαθῇ τύχῃ.
Αὐτοκράτορι Τραϊανῷ Ἁδριανῷ Καί-
σαρι Σεβαστῷ τὸ βʹ, Γναίῳ Πεδανίῳ Φού-
σκῳ Σαλεινάτορι ὑπάτοις, πρὸ θʹ
5 κ(αλανδῶν) Νουεμβρίων ἐκ Χαιρωνείας·
Ζώπυρος Ἀριστίωνος καὶ Παρμένων
Ζωπύρου οἱ ἔγδικοι τῆς Δαυλιέων πό-
λεως ἐμαρτυροποιήσαντο ἀπόφασιν
ἀντιγεγράφθαι τὴν δοθεῖσαν ὑπὸ Τ(ίτου) Φλαου-
10 ίου Εὐβούλου τὴν ὑπογεγραμμένην.
Τ(ίτος) Φλάουιος Εὔβουλος, ὁ δοθεὶς κριτὴς καὶ ὁρι-
στὴς ὑπὸ Κασίου Μαξίμου ἀνθυπάτου καὶ τηρη-
θεὶς ὑπὸ Οὐαλερίου Σεουήρου ἀνθυπάτου μετα-
ξὺ Ζωπύρου τοῦ Ἀριστίωνος καὶ Παρμένωνος
15 τοῦ Ζωπύρου καὶ Μεμμίου Ἀντιόχου περὶ χώρας
ἀμφισβητουμένης, ἀκούσ<ας> ἑκατέρου μέρους
ἐφ’ ὅσον ἐβούλοντο καὶ ἐπὶ τὴν αὐτοψίαν ἐλθών,
κελεύσαντός με ἀποφήνασθαι Κλωδίου Γρα-
νιανοῦ τοῦ κρατίστου ἀνθυπάτου, κρείνω καθὼς
20 ὑπογέγραπται· ἀγροῦ δρυππίου, ὃν ἠγόρασε
παρὰ τῶν Κλέας κληρονόμων Μέμμιος Ἀντίο-
χος, καταλαβόμενοςκ τν ἐπί με κομισθέν-
των γραμμάτων προσήκειν Ἀντιόχῳ πλέθρα 
Φωκικὰ υλεʹ, ὅσα ἂν εὑρεθῇ πλείω τούτων,
25 κρείνω εἶναι τῆς Δαυλιέων πόλεως. ὁμο-
ίως ἀγροῦ εὐξυλείας πλέθρα υλʹ κρείνω
εἶναι Ἀντιόχου, τὰ δὲ λοιπὰ τῆς πόλεως εἶ-
ναι. χωρίων πλατάνου καὶ μοσχοτομεῶν
πλέθρα σλʹ κρείνω εἶναι Ἀντιόχου, τὰ δὲ λοι-
30 πὰ τῆς πόλεως. τὴν δὲ ἀρχὴν τῆς μετρήσεως
κρείνω γενέσθαι τῆς χώρας, ὅθεν ἂν βού-
ληται Ἀντίοχος ἐν ἑκατέρῳ{ν} τῶν ἀγρῶν,
δρυππίῳ καὶ εὐξυλείᾳ, ἐν δὲ πλατάνῳ 
καὶ μοσχοτομέαις μία ἐπ’ ἀμφοτέροις ἀρ-
35 χὴ τῆς μετρήσεως ἔσται, μετρουμένων
ἀπὸ τῆς δοθείσης ἀρχῆς τῶν ἐφεξῆς, μὴ
λλογουμένων ταῖς μετρήσεσιν ἁπάσαις
μήτε ῥείθρων μήτε ὅσα τραχέα ὄντα καὶ
μὴ δυνάμενα γεωργεῖσθαι ὑπὲρ δέκα σφύ-
40 ρας ἐστίν. παρῆσαν· Τ(ίτος) Φλαούιος Εὔβου-
λος ἀπεφηνάμην καὶ ἐσφράγισμαι, Λ(ούκιος) Μέσ-
τριος Σώκλαρος, Κλεομένης Κλεομένους,
Νείκων Συμφρου, Λαμπρίας Νείκωνος,
Ζώπυρος Ἀντιπάτρου, Σωσίβιος Δράκω-
45 νος, Νείκων Ἀλεξάνδρου, Λέων Θεοδό-
του, Κάλλων Φύλακος, Κάσσιος Μαρτιανός.
         {²vacat}²
47     ψηφίσματι τῆς πόλεος.
b.48 ὁδὸς δὲ ἡ ἐπὶ τὸν 
ἀρχαγέτην ἕξει πλά-
50 τος καλάμους δύο.
τὰ δὲ σημεῖα καὶ τοὺ[ς]
ὅρους τῆς μετρήσε-
ως ἐνχαράξουσι κο[ι]-
νῇ ἐντὸς τῆς εἰκάδος
55 τοῦ δωδεκάτου μη-
νός, ἡμῶν ὅταν ἐν-
χαραχθῶσιν ἐπελευ-
σομένων αὐτούς.
περὶ ἀγροῦ δρυππίου
60 κατὰ τὴν προκομισθ[εῖ]-
σαν χεῖρα ὑπὸ Σεραπ̣ι̣-
άδος Ζωπύρου τοῦ
ἐγδίκου καὶ τῶν περ
Φίλωνα Σωσικράτους
65 καὶ Δάμωνα Ζωπύ-
ρου ἀρχόντων κρείν[ο]-
μεν, εἴ τι λείπει τῷ ἀ-
ριθμῷ ἐκ τῆς ἀποφά-
σεως τῆς Εὐβούλου
70 τετρακοσίων τριάκο[ν]-
τα πέντε πλέθρων,
τούτου ἔχειν ἀπαίτη-
σιν Σεραπιάδα ἀπὸ
τῆς Δαυλιέων πόλε-
75 ως. παρῆσαν·
Κούρριος Αὐτόβου-
λος κέκρικα καὶ {τὴ̣[ν]}
τὴν πρώτην ἐσφρά-
γισ<α>, Νεικειφόρος Λυ-
80 κομήδους κέκρικα,
Ἀγασίας Τείμωνος
κέκρικα, Π(όπλιος) Αἴλιος
Δαμόξενος ἐσφρά-
γισα τετάρτην, Εἰσίδ(ωρος)
85 πέμπτην, Μητρόδω-
ρος Ἀπολλοδότου Ἀν-
τικυρεὺς, Νεικάρε-
τος Πίστου Τιθορεὺς,
Τύραννος Τυράννου
90 ἐσφράγισμαι, Ἀκίνδυ-
νος Καλλικράτους Τι-
θορεὺς, Σέξ(τος) Κορνήλι-
ος Ἀξίοχος, Εὔνους
Ἐπαφρᾶ, Καλλιγένης
95 Κλεονείκου ἐσφράγικα
Τιθορεύς.
Search Help