[ ] Phokis — Antikyra — 1st c. AD
1 ἡ βουλὴ καὶ ὁ δῆμος Ἀντικυρέων τὴν Φίλωνος τοῦ
Σωστράτου καὶ Νεικαρέτης τῆς Ἔρωτος θυγατέρα
Εὐπορίαν, τὴν ἱέρειαν Ἀρτέμιδος Δικτύννης
κατὰ τὸ ἑξῆς σὺν τῇ ἀδελφῇ Ἐπαφρῷ γενομένην,
5 ἀρετῆς ἕνεκεν ἑαυτῆς τε καὶ τῶν γονέων.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server