[ ] Att. — stoich. 49 — 289/8
See also:
frg. a θεοί.
1 τάδε ἐμισθώθη ἐπὶ Διοτίμου ἄρχοντος Μουνιχιῶνος τετράδι
ἱσταμένου· Ἐλευσῖνι ἐν τῶι ἱερῶι παρὰ τὸ νότιον τεῖχος τὸ τοῦ
ἱεροῦ, ἀρξάμενον ἀπὸ τοῦ ἐστρωμένου ὃ τοῖς κίοσιν ἔστρωται
τοῖς προσθίοις, τάφρον ὀρύξαι πλάτος ὀκτὼ ποδῶν, μῆκος τριά-
5 κοντα ποδῶν, βάθος μέχρι τοῦ στερίφου, καὶ ἐκφορήσαντα τὴν γ-
ῆν ἔξω τοῦ ἱεροῦ εἰς τὸ θέατρον τὸ ἐπὶ τοῦ σταδίου τιθέναι το-
ὺς λίθους τῆς μαλακῆς πέτρας, προσεπιτέμνοντα οὗ ἂν ἦι πέτρ-
α, συντιθέντα τοὺς ἁρμοὺς στερίφους ἁρμόττοντας πανταχῆι,
μῆκος τετράποδας, πλάτος δίποδας, πάχος τριημιποδίους, καὶ
10 ἐπεργάζεσθαι κατὰ τὸν στοῖχον ἕκαστον διανεκῆ· ἐπὶ δὲ τούτ-
ων τιθέναι καταληπτῆρας μῆκος τετράποδας, πλάτος πενθημι-
ποδίους, πάχος πεντεπαλάστο<υ>ς τῶν ἐκ τῆς στοᾶς καθαιρουμέν-
ων ἐξεργασάμενο<ν> ὀρθοὺς καὶ εὐγωνίους πανταχῆι καὶ τοὺς ἁ-
ρμοὺς ποιήσαντα ἐπὶ ἡμιπόδιον συντιθέναι ἀθραύστους καὶ
15 ἁρμόττοντας πανταχῆι καὶ ἐπεργασάμενον ὀρθὰ καὶ εὐτενῆ. v
μισθωτὴς Ἀντίμαχος Νεοκλείδου Κηφισιεὺς ∶𐅂ΙΙΙ∶vΗΗΗΗ·vvvvv
ἐγγυητὴς Νικόστρατος Ἀρεσίου Πειραιεύς. vvvvv στῆσαι τοὺς κί-
ονας τοὺς λιθίνους τοὺς νῦν ὑποκειμένους ὑπὸ τῆι στοᾶι, κατὰ τ-
αὐτὰ προσεξεργασαμένους σφόνδυλον ἑκάστωι τῶι κίονι τὸν ἐ[κ βάσ]-
20 εως ὕψος δίποδα, τὴν αὐτὴν ἐργασίαν τῶι κίονι ∶Δ𐅃Ι∶ μισ[θωτὴς Κράτ]-
ης Παμφίλου Λε[υκονοι]εὺς [․․5․․ ἐ]γγυητὴς Ἐπικ[ράτης Κράτητος Λε]-
υκονοιεύ[ς. — — —]
22a — — —
frg. b.23 — — — — — — — — — — — — — ΟΕΟ․․c.7․․ τὰ ἐπιτόναια
[․․․c.10․․․καὶ δορῶσαι καὶ] κεραμῶσαι κατὰ τὰ γεγραμμένα vac.
25 [․․․․․․․․c.20․․․․․․․․ ἐπ]ιστύλια ∶ΔΔ𐅃∶ ἀριθμὸς ἐπιτοναίων, ὧν δε-
[ῖ ξυλίνων ἐξεργάσασθ]αι ἐγ δυοῖν τετραγώνοιν ἕκαστον ∶𐅄  vac.
[σφηκίσκους καὶ ἱμάν]τας καὶ καλύμματα ∶ΔΔΙ∶ ταῦτα ὁ μισθωσάμε-
νος [παρέξει πίτταν] καὶ κόλλαν ὠμοβόϊον καὶ τἆλλα ὧν ἂν δέηι πρὸ-
ς τὴν ἐργ[ασίαν· καὶ τὴν ἔρ]εψιν καὶ τὴν ἀλιφὴν τῶν ξύλων καὶ τὴν
30 δόρωσιν [καὶ κεράμωσιν π]λὴν κεράμου ἀποδώσει ἐξεργασάμενος
ἐπὶ Διοτίμου [ἄρχοντος Μο]υνιχιῶνι καὶ Θαργηλιῶνι καὶ Σκιροφοριῶ·
μισθωτὴς Ἀγα[․․․c.11․․․․ο]υς Ἁλαιεὺς ΧΧ· ἐγγυηταὶ ∶ Χαρίας
Πειθίου Φρεάρρ[ιος, ․c.6․․ Καλ]λικλέους Ἁλαιεύς.
Search Help