[ ]
Att. — stoich. 54 — 347/6
| 1 | [θ]εο[ί]. |
| [σ]υνγραφαὶ τῆς σκευοθήκης τῆς λιθίνης τοῖς κρεμαστοῖς σκεύεσιν | |
| Εὐθυδόμου Δημητρίου Μελιτέως, Φίλωνος Ἐξηκεστίδου Ἐλευσινίου. | |
| σκευοθήκην οἰκοδομῆσαι τοῖς κρεμαστοῖς σκεύεσιν ἐν Ζείαι ἀρξά- | |
| 5 | μενον ἀπὸ τοῦ προπυλαίου τοῦ ἐξ ἀγορᾶς προσιόντι ἐκ τοῦ ὄπισθεν τῶν ν- |
| εωσοίκων τῶν ὁμοτεγῶν, μῆκος τεττάρων πλέθρων, πλάτος πεντήκοντα π- | |
| οδῶν καὶ πέντε σὺν τοῖς τοίχοις. κατατεμὼν τοῦ χωρίου βάθος ἀπὸ το- | |
| ῦ μετεωροτάτου τρεῖς πόδας, τὸ ἄλλο ἀνακαθαράμενος ἐπὶ τὸ στέριφ- | |
| ον στρωματιεῖ καὶ ἀναλήψεται ἴσον κατὰ κεφαλὴν ἅπαν ὀρθὸν πρὸς τ- | |
| 10 | ὸν διαβήτην. στρωματιεῖ δὲ καὶ τοῖς κίοσιν ἀπολείπων ἀπὸ τοῦ τοίχ- |
| ου ἑκατέρου πέντε κ[αὶ δέκ]α πόδας σὺν τῶι πάχει τοῦ κίονος, ἀριθμὸς | |
| τῶν κιόνων ἑκατέρου τοῦ στοίχου πέντε καὶ τριάκοντα, διαλείπων δ- | |
| [ί]οδον τῶι δήμωι διὰ μέσης τῆς σκευοθήκης πλάτος τὸ μεταξὺ τῶν κιό- | |
| νων εἴκοσι ποδῶν. πάχος [δ]ὲ ποήσει τὸ στρῶμα τετράπουν, τιθεὶς τοὺς | |
| 15 | λίθους ἐναλλὰξ φορ[μη]δὸν καὶ παρὰ μῆκος. οἰκοδομήσει δὲ τοὺς τοίχ- |
| ους τῆς σκευοθήκη[ς κα]ὶ τοὺς κίονας Ἀκτίτου λίθου, θεὶς εὐθυντηρί- | |
| αν τοῖς τοίχοις [π]λάτος τριῶν ποδῶν, πάχος τριῶν ἡμιποδίων, μῆκος τ- | |
| ετραπόδων τῶν λ[ίθ]ων, ἐπὶ δὲ ταῖς γωνίαις τετραπόδων καὶ τριῶν παλ- | |
| αστῶν. καὶ ἐπὶ τῆς εὐθυντηρίας ἐπιθήσει ὀρθοστάτας περὶ μέσηι τῆ- | |
| 20 | ι εὐθυντηρία[ι] μῆκος τετράποδας, πάχος πενθημιποδίων καὶ δακτύλ- |
| ου, ὕψος τρίποδας, τοὺς δ’ ἐπὶ ταῖς γωνίαις μῆκος ἐκ τοῦ μέτρου τῶν τρ- | |
| ιγλύφων, διαλείπων θυραίας κατὰ τὸ πλάτος τῆς σκευοθήκης, δύο ἑκ[α]- | |
| τέρωθεν, πλάτος ἐννέα ποδῶν. καὶ οἰκοδομήσει μέτωπον ἑκατέρωθε[ν] | |
| ἐν τῶι μετα[ξ]ὺ τῶν θυρῶν, πλάτος δίπουν, εἰς δὲ τὸ εἴσω δεκάπουν. καὶ π- | |
| 25 | ερικάμψει τὸν τοῖχον μέχρι τῶν πρώτων κιόνων, πρὸς ὃν ἀνοίξεται ἡ |
| θύρα ἑκατέρα. ἐπὶ δὲ τοῦ ὀρθοστάτου πλινθίσιν οἰκοδομήσει τοὺς τ- | |
| οίχους, μῆκος τετράποσιν, πλάτος πέντε ἡμιποδίων, ἐπὶ δὲ ταῖς γωνί- | |
| αις μῆκος ἐκ τοῦ μέτρου τῶν τριγλύφων, πάχος τριημιποδίοις. ὕψος δ- | |
| ὲ ποιήσει τῶν τοίχων ἀπὸ τῆς εὐθυντηρίας ἑπτὰ καὶ εἴκοσι ποδῶν σὺ- | |
| 30 | ν τῆι τριγλύφωι ὑπὸ τὸ γεῖσον, τὰς δὲ θυραίας ὕψος πέντε καὶ δέκα πο- |
| δῶν καὶ ἡμιποδίου. καὶ ἐπιθήσει ὑπερτόναια λίθου Πεντεληϊκοῦ μῆ- | |
| κος δώδεκα ποδῶν, πλάτος ἴσα τοῖς τοίχοις, ὕψος δίστοιχα παραστάδ- | |
| ας στήσας λίθου Πεντεληϊκοῦ ἢ Ὑμηττίου, ὀδοὺς ὑποθεὶς Ὑμηττίους. | |
| καὶ γεῖσον ἐπιθήσει ἐπὶ τῶν ὑπερτοναίων ὑπερέχον τρία ἡμιπόδια. | |
| 35 | καὶ ποιήσει θυρίδας κύκλωι ἐν ἅπασιν τοῖς τοίχοις καθ’ ἕκαστον τὸ |
| μετακιόνιον, ἐν δὲ τῶι πλατεῖ τρεῖς ἑκατέρωθεν, ὕψος τριῶν ποδῶν, π- | |
| λάτος δυοῖν ποδοῖν, καὶ ἐναρμόσαι εἰς ἑκάστην τὴν θυρίδα χαλκᾶς θ- | |
| υρίδας ἁρμοττούσας. καὶ ἐπιθήσει ἐπὶ τοὺς τοίχους γεῖσα κύκλωι κ- | |
| αὶ τοὺς αἰετοὺς οἰκοδομήσει καὶ γεῖσα ἐπιθήσει καταιέτια. καὶ στ- | |
| 40 | ήσει τοὺς κίονας ὑποθεὶς στυλοβάτην κατὰ κεφαλὴν ἴσον τῆι εὐθυν- |
| τηρίαι, πάχος τριῶν ἡμιποδίων, πλάτος δὲ τριῶν ποδῶν καὶ παλαστῆς, | |
| μῆκος τεττάρων ποδῶν· πάχος τῶν κιόνων κάτωθεν δυοῖν ποδοῖν καὶ τ- | |
| ριῶν παλαστῶν, μῆκος σὺν τῶι ἐπικράνωι τριάκοντα ποδῶν, σφονδύλω- | |
| ν ἕκαστον ἑπτὰ μῆκος τετραπόδων, τοῦ δὲ πρώτου πεντέποδος· τὰ δὲ ἐπ- | |
| 45 | ίκρανα ἐπιθήσει ἐπὶ τοὺς κίονας λίθου Πεντεληϊκοῦ· καὶ ἐπιθήσει |
| ἐπιστύλια ξύλινα ἐπὶ τοὺς κίονας κολλήσας, πλάτος πέντε ἡμιποδί- | |
| ων, ὕψος ἐννέα παλαστῶν ἐκ τοῦ ὑψηλοτέρου, ἀριθμὸς δεκαοκτὼ ἐφ’ ἑκά- | |
| τερον τὸν τόνον. καὶ μεσόμνας ἐπιθήσει ἐπὶ τοὺς κίονας ὑπὲρ τῆς δι- | |
| όδου, πλάτος καὶ ὕψος ἴσα τοῖς ἐπιστυλίοις· καὶ ἐπιθήσει κορυφαῖα | |
| 50 | πλάτος ἑπτὰ παλαστῶν, ὕψος δὲ πέντε παλαστῶν καὶ δυοῖν δακτύλοιν |
| ἄνευ τῆς καταφορᾶς, ὑποθεὶς ὑπόθημα ἐπὶ τῆς μεσόμνης μῆκος τριῶν | |
| ποδῶν, πλάτος τριῶν ἡμιποδίων, καὶ διαρμόσει τὰ κορυφαῖα κερκίσι- | |
| ν ἐπὶ τῶν μεσομνῶν. καὶ ἐπιθήσει σφηκίσκους πάχος δέκα δακτύλων, π- | |
| λάτος τριῶν παλαστῶν καὶ τριῶν δακτύλων, διαλείποντας ἀπ’ ἀλλήλω- | |
| 55 | ν πέντε παλαστάς. καὶ ἐπιθεὶς ἱμάντας πλάτος ἡμιποδίου, πάχος δυο- |
| ῖν δακτύλοιν, διαλείποντας ἀπ’ ἀλλήλων τέτταρας δακτύλους, καὶ ἐπ- | |
| ιθεὶς καλύμματα πάχος δακτύλου, πλάτος ἓξ δακτύλων, καθηλώσας ἥλ- | |
| οις σιδηροῖς, δορώσας κεραμώσει Κορινθίωι κεράμωι ἁρμόττοντι π- | |
| ρὸς ἄλληλον. καὶ ἐπιθή[σ]ει ὑπὲρ τῶν θυρῶν ἐπὶ τὰ μέτωπα ἐκ τοῦ ἐντὸς | |
| 60 | ὀροφὴν λιθίνην λίθου Ὑμηττίου. καὶ θύρας ἐπιθήσει τῆι σκευοθήκη- |
| ι ἁρμοττούσας εἰς τὰς θυραίας, χαλκᾶς ἔξωθεν ποιήσας. καὶ συνστρώ- | |
| σει τὸ ἔδαφος λίθοις τὸ ἐντὸς ἅπαν συναρμόττουσι πρὸς ἀλλήλους κ- | |
| αὶ ἐπεργάσεται ὀρθὸν καὶ ὁμαλὲς ἄνωθεν. καὶ διαφράξει τὸ μεταστύ- | |
| λιον ἕκαστον ὀρθοστάταις δυοῖν λιθίνοις ὕψος τριῶν ποδῶν, καὶ ἐν | |
| 65 | τῶι μεταξὺ κινκλίδα ἐπιθήσε[ι] κλειομένην. ποιήσει δὲ καὶ τὰς ὀροφ- |
| ὰς τὰς διὰ μέσου, ἐφ’ ὧν τὰ σκεύη κείσεται, τὸ ἐντὸς τῶν κιόνων ἑκατέρ- | |
| ωθεν μέχρι τοῦ τοίχου διαρμόσας καθ’ ἕκαστον τὸν κίονα καὶ παρὰ τὸ- | |
| ν τοῖχον ἑκατέρωθεν διερείσματι, πλάτος πέντε παλαστῶν, ὕψος ποδ- | |
| ιαίωι, ἐπιβάλλοντι ἐπὶ μὲν τὸν τοῖχον τρεῖς παλαστάς, παρὰ δὲ τὸν κ- | |
| 70 | ίονα παραστάδια στήσει λίθινα. καὶ ἐπὶ τῶν διερεισμάτων ἐπιθήσε- |
| ι σφηκίσκους ἑπτὰ ἐφ’ ἑκάστην τὴν χώραν, συνπληρῶν μέχρι τῶν κιόνω- | |
| ν, πλάτος τριῶν παλαστῶν, πάχος ἡμιποδίου, καὶ συνστρώσει πίναξιν | |
| ἅπαν τὸ χωρίον, συμβαλὼν καὶ κολλήσας, πλάτος τρίποδας, πάχος δυοῖ- | |
| ν δακτύλοιν· ποιήσει δ[ὲ κ]αὶ μεσόμνας, ἐφ’ ὧν κείσεται τὰ ὑποζώματα κ- | |
| 75 | αὶ τἆλλα σκεύη, παρ’ ἑκάτερον τὸν τοῖχον, διπλᾶς τὸ ὕψος, καὶ ἐπικάμψ- |
| ει παρὰ τοὺς πλ[α]γίους τοίχους, καὶ κατὰ τοὺς κίονας ἐπικάμψει καθ’ | |
| ἑκάστην τὴν χώραν· ὕψος δὲ ποιήσει ἀπὸ τῆς ὀροφῆς τεττάρων ποδῶν, τ- | |
| ην δὲ ἐπάνω μεσόμνην ἀπὸ τῆς ἑτέρας ἀπέχουσαν πέντε πόδας· ἰκριωτ- | |
| ῆρα στήσας ἀπὸ τῆς κάτω ὀροφῆς μέχρι τῆς ἄνω ὀροφῆς πλάτος ἡμιποδ- | |
| 80 | ίου, πάχος ἓξ δακτύλων, διερείσας διερείσματα εἰς τοὺς ἰκριωτῆρα- |
| ς τὸ αὐτὸ πάχος θράνους ἐπιθήσει διανεκεῖς, ἕνα ἑκατέρωθεν, πάχος | |
| ἓξ δακτύλων πανταχῆι, καὶ ἐπὶ τούτων ἐπιθήσει πίνακας συνκολλήσ- | |
| ας, μῆκος τετράποδας, πλάτος τρίποδας, πάχος δυοῖν δακτύλοιν, καὶ [κ]- | |
| αθηλώσει συναρμόττοντας ἐξ ἴσου τοῖς θράνοις. καὶ κλίμακας ποιή- | |
| 85 | σει ξυλίνας ἀναβαίνειν ἐπὶ τὰς μεσόμνας. ποιήσει δὲ καὶ κιβωτοὺς |
| τοῖς ἱστίοις καὶ τοῖς παραρρύμασιν τοῖς λευκοῖς, ἀριθμὸν ἑκατὸν | |
| τριάκοντα τέτταρας, πρὸς τὸ παράδειγμα ποιήσας, καὶ θήσει κατὰ τὸ- | |
| ν κίονα ἕκαστον καὶ μίαν εἰς τὸ καταντροκὺ χωρίον, καὶ ποιήσει ἀνο- | |
| ιγνυμένας, τῶμ μὲν πρὸς τῶι τοίχωι κειμένων τὸμ πρόσθιον τοῖχον, τ- | |
| 90 | ῶν δὲ κατὰ τοὺς κίονας κειμένων ἀμφοτέρους τοὺς πλαγίους τοίχου- |
| ς ὅπως ἂν ἦι ὁρᾶν ἅπαντα τὰ σκεύη διεξιοῦσιν, ὁπόσ’ ἂν ἦι ἐν τῆι σκευο- | |
| θήκηι· ὅπως δ’ ἂν καὶ ψῦχος ἦι ἐν τῆι σκευοθήκηι, ὅταν οἰκοδομῆι τοὺ- | |
| ς τοίχους τῆς σκευοθήκης διαλείψει τῶν πλινθίδων ἐν τοῖς ἁρμοῖς ἧ- | |
| ι ἂν κελεύηι ὁ ἀρχιτέκτων. ταῦτα ἅπαντα ἐξεργάσονται οἱ μισθωσάμ- | |
| 95 | ενοι κατὰ τὰς συγγραφὰς καὶ πρὸς τὰ μέτρα καὶ πρὸς τὸ παράδειγμα, ὃ |
| ἂν φράζηι ὁ ἀρχιτέκτων, καὶ ἐν τοῖς χρόνοις ἀποδώσουσιν, οἷς ἂν μισ- | |
| θώσωνται ἕκαστα τῶν ἔργων. | |
| vacat |