[ ] Att. — stoich. 36 — ante med. s. IV a.
1 θεοί.
συγγραφαί· ἀρχιτέκτων Ξενοφῶν Περιθοίδης·
ἐγ Κυνοσάργει τῶι τρίποδι ἑκάστωι βῆμα ποι-
ῆσαι· ἀνακαθηράμενον τὸ χωρίον ὅπο ἂν ὁ ἀρχι-
5 τέκτων ὑπογράψει, στρωματίσαι λίθοις Ἀγρυ-
λ̣εικοῖς ἰσόγειων, τιθέντα τοὺς λίθος ἐπὶ τὸ
α̣ἰπόν, καὶ ἐπικόψαι ὀρθὸν κατὰ κεφαλὴν πρὸς
τὸν διαβήτην· ἐπὶ δὲ το͂ Ἀγρυλεικο͂ ὀρθοστάτη-
ν θεῖναι ὕψος τρίποδα, πάχος καὶ πλάτος ἑπτὰ
10 παλαστῶν δακτύλο λειπόντων· ἐξεργάζεσθαι
δὲ τὸν ὀρθοστάτην, περιξεσάμενον τὰς ἄκρας
ὅσον ἐπὶ δύο δακτύλω πανταχεῖ, τὰ μέσα κατα[ρ]-
[α]χίσαι λεπτεῖ, ἐπὶ δὲ το͂ ὀρθοστάτο ἑκάστο κα-
ταληπτῆρα ἐπιθεῖναι, πάχος ἑπτὰ δακτύλων, π-
15 λάτος τριῶν ποδῶν καὶ ἓξ δακτύλων, ἐξεργασά-
μενον καὶ ἀποξέσαντα πανταχεῖ ὀρθὸν καὶ ὑγ-
ιᾶ· τιθέναι δὲ περὶ γόμφωι σιδηρῶι· ἐπὶ δὲ το͂ κ-
αταληπτῆρος τὸν τρίποδα καθαρμόσαι, ἐντετ-
ράναντα τοῖς ποσὶ καὶ περιμολυβδοχοῆσαι, κ-
20 αὶ κιόνιον ὑφαρμόσαι Πεντελεικὸν ὑπὸ τὸν τ-
ρίποδα, Δωρικὸν ἔχον τὸ ἐπίκρανον ἐξ αὐτο͂, ὑπ-
οξέσαντα ὀρθὸν καὶ ξύσαντα λεῖον, καὶ τὸ ἐπί-
[κρανον] ἐγκαῦσαι· πέτραι δὲ χρῆσθαι εἰς τὸς ὀ-
[ρθοστάτας καὶ] τὸς καταληπτῆρας Ἀκτίτιδι ἢ
25 [Μεγαρικεῖ ἢ Ἐλευσινιακ]εῖ, ἐὰν δὲ Μεγαρικεῖ
[πέτραι χρήσηται εἰς τοὺς ὀρθο]στάτας καὶ το-
[ὺς καταληπτῆρας — —]
Search Help