Proxeny decree of Koroneia for the poet Zotion of Ephesos. Stele of dark limestone with upper molding; the inscribed surface worn from later reuse.
[ ]
Boiotia — Koroneia — Ag. Taxiarches (Pontza) — mid-2nd c. BC (aft. 167 BC) — EEThess 1 (1927) 207-222 — ZPE 163 (2007) 81-95
See also:
| 1 | [․․․․․․․ ἄρχοντος] ἔδοξε τῦς σουνέδρυς κὴ τῦ δάμυ τῶν |
| [Κορωνίων· ἐπιδεὶ Ζ]ωτίων Ζωτίωνος Ἐφέσιος, τραγαϝω̣διά- | |
| [ων ποειτὰς κὴ σατο]ύρων, κὴ πρότερον μὲν ἐπιδαμείσας ἐν | |
| [τὰν πόλιν ἁμίων τ]ὰν ἀναστροφὰν ἐποείσατο εὐσχείμονα κὴ καθί- | |
| 5 | [κωσαν τῆ πόλι κὴ αὐσαυτ]ῦ, κὴ κατὰ τὸν παριόντα κηρὸν ἀκροάσις |
| [ποεισάμενος τῶν πε]πραγματευμένων αὐτῦ διὰ τᾶς ποείσιος, με- | |
| [μναμένος δὲ τᾶς πόλ]ιος ἁμίων κὴ τᾶς Ἀθανᾶς, τᾶς κατεχώσας | |
| [πρὸ τῶν ἄλλων Ὀλ(ι)ο]υμπίων ἐξ ἀρχᾶς τὰν πόλιν, εὐδοκίμι· ὅπως | |
| [ὦν ἁ πόλις φήνειτη] τιμίωσ[α] τὼ[ς ἀξί]ως τῶν ἀνδρῶν, δεδόχθη τῦς | |
| 10 | [σουνέδρυς κὴ τῦ δάμυ Κορ]ωνίων ἐπηνεῖση Ζωτίωνα Ζωτίωνος |
| [Ἐφέσιον ποειτὰν ἐπί τε τ]ῆ φιλοπονίη [κὴ] τῆ λυπῆ ἀναστροφῆ· τιμᾶ- | |
| [ση δὲ αὐτὸν ἀργουρίω δρα]χμῆς ἑβδομήκοντα· τὸν δὲ ταμίαν τὸν ἐπὶ | |
| [— — — — — — — ἰόντα ἔναρ]χον παρχρεῖμ[α ἀ]πολογίξασθη πὸκ | |
| [κατόπτας· κὴ εἶμεν] αὐτῦ τε κὴ ἐκγόνυ[ς π]ροξενίαν κὴ τὰ λυπὰ τί[μ]- | |
| 15 | [ια πάντα ὅσα περ κ]ὴ τῦς ἄλλυς προξένυς κὴ εὐεργέτης τᾶς πό- |
| [λιος Κορωνίων· κὴ στεφα]νῶση αὐτὸν θαλλίνυ στεφάνυ· ἀναγράψη δὲ | |
| [τόδε τὸ ψάφισμα τὼς πολεμ]άρχως ἐν τῦ ἐπιφαν[εστάτυ τ]όπυ. |