Summary account of Ptoia games under the archon Kaphisotimos.  Stele of white marble with pediment and akroteria, in two joining fragments.
[ ] Boiotia — Akraiphia — Ptoion: Sanct. of Apollo Ptoios (Perdikovrysi) — ca. 100-50 BC
1  Καφισοτίμου ἄρχοντος,
 Αἰσχριώνδου τοῦ Πολυξέ-
 νου ἀγωνοθετοῦντος τῶν
 Πτωΐων τῶν πενταετήρων,
5  Ἱεροκλέους τοῦ Διονυσίου
 ἱερωτεύοντος, Νύμωνος
 τοῦ Φιλοξένου προφητεύον-
 τος, οἵδε ἐνίκων·
       σαλπιστής·
10  Στρατίος Μελανθίου Θετταλὸς ἀπὸ Κιερίου.
       κῆρυξ·
 Γλαυκίας Σωσάνδρου Θηβαῖος.
       ῥαψῳδός·
 Ἀρχίας Σωτηρίδου Θηβαῖος.
15        ποητής·
 Μελάντιχος Μολοττοῦ Θηβαῖος.
       αὐλητής·
 Ἐργέας Ἐργέου Ἀντιοχεὺς ἀπὸ Δάφνης.
       αὐλῳδός·
20 [Ῥόδ]ιππος Ῥοδίππου Ἀργεῖος.
       κιθαριστής·
 Μάτρων Ἀπολλωνίου Αἰολεὺς ἀπὸ Μυρίνης.
       κιθαρ[ῳ]δός·
 Ἡρακλείδης Ἡ[ρακλ]είδου Ταραν[τῖ]νο[ς].
25        πόλεις αἵδε συνέθυσαν·
 Θηβαίων· ἄρχοντες οἱ ἐπ<ὶ> ταῖς θυσίαις.
 Θεσπιέων· Ἄνδρων Ἄνδρωνος.
        Ὀρχομενίων·
 Μνησίθεος Ἐπαμεινώνδου, Νικόστρατος
30  Εὐθύμου. Λεπαδέων {²⁶Λεβαδέων}²⁶· Ἐπαίνετος
 Ἀριστοκλέους, Κηφισόδωρος Μνησιμάχου.
 Κωπαίων· Ἐπιτερπείδας Τιμοστράτου,
 Γλαυκίας Ἀπολλωνίου.
 Βουμελιτιέων· Λεῦκος Θοινίδου,
35  Πολυκλείδας Ἀγωνίου.
καὶ περιττὸν ἐποίησα ἐκ τῆς
 ἀγωνοθεσίας δραχμὰς χι-
 λίας ἐνακοσίας ἑβδομήκον-
 τα ἑπτὰ καὶ ἀπὸ τῶν κυπα-
40 [ρ]ίττων ἔλαβον πεντακοσ[ί]-
 ας καὶ ἀνήλωσα ταῦτα εἰ[ς]
 τὴν ἐξόρυξιν τοῦ ὄρους τοῦ π[ρὸ]
 τοῦ ναοῦ τοῦ Ἀπόλλωνος καὶ
 τὴν μετάθεσιν τοῦ τοίχου τοῦ
45              λιθίνου.
Search Help
Contact Us